Τρίτη 7 Φεβρουαρίου 2017

ΑΓΙΟΣ ΕΦΡΑΙΜ Ο ΣΥΡΟΣ-ΛΟΓΟΣ ΠΕΡΙ ΨΕΥΔΟΥΣ

Περὶ ψεύδους

Ἄθλιος δὲ καὶ ταλαίπωρος ὁ παντὶ ψεύδει ἐνδελεχίζων, ὅτι ἀπ' ἀρχῆς ὁ ∆ιάβολος ψεύστης ἐστίν. Ὁ δὲ τῷ ψεύδει ἐνδελεχίζων, οὗτος ἀπαρρησίαστός ἐστι· μισητὸς γὰρ ὑπάρχει καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Καὶ τίς οὐ μὴ πενθήσῃ τὸν ἐν ψεύδει διάγοντα; Ὅτι ὁ τοιοῦτος ἐν παντὶ ἔργῳ ἀδόκιμος, καὶ ἐν πάσῃ ἀποκρίσει ἀνεπιτήδειος. Ὁ τοιοῦτος ὀργὰς καὶ μάχας ἐν μοναστηρίῳ διεγείρει· καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητός ἐστιν ὥσπερ ἰὸς σιδήρῳ· θρασεῖαν γὰρ τὴν καρδίαν ἔχει καὶ οὐ στέγει. Ἡδέως ἀκροᾶται μυστήρια καὶ ῥᾳδίως ἀποκαλύπτει· καὶ οἶδε διὰ τῆς γλώσσης ἀνατρέπειν τοὺς καλῶς ἑστῶτας. Ἄρχεται πράγματος, καὶ ἑαυτὸν ἀναίτιον δείκνυσιν. Ἐκτὸς ὅρκου οὐδὲν λέγει, καὶ ἐκ πολυλογίας δοκεῖ πείθειν. Πολυμήχανός ἐστι καὶ πολύτροπος ὁ ψεύστης. Μείζων τῆς πληγῆς ταύτης οὐκ ἔστι, καὶ ὄνειδος ἀνώτερον τούτου οὐχ ὑπάρχει· παρὰ πάντων γάρ ἐστι βδελυκτός, καὶ γέλως ἐστὶ τοῖς πᾶσι. ∆ιὸ προσέχετε, ἀδελφοί, μὴ ἐνδελεχίζειν ψεύδει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου