Τρίτη 7 Φεβρουαρίου 2017

ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΣΥΡΟΥ-ΛΟΓΟΣ ΠΕΡΙ ΑΛΗΘΕΙΑΣ

Περὶ ἀληθείας

Μακάριος ὃς ἐν ἀληθείᾳ τὸν βίον αὑτοῦ ἐρρύθμισε, καὶ ἐπὶ παντὶ ψεύδει οὐχ ἑάλωκε. Μακάριος καὶ τρισμακάριος ὁ τῆς ἀληθείας γενόμενος ἐργάτης, ὅτι ἀληθής ἐστιν ὁ Θεός, καὶ ψεῦδος ἐν αὐτῷ οὐκ ἔστι. Καὶ τίς οὐ μὴ μακαρίσῃ τὸν ἀλήθειαν φυλάσσοντα, ὅτι τὸν Θεὸν μιμεῖται ὁ τοιοῦτος; Ὄντως γὰρ ὁ ἀληθεύων πάντοτε καὶ Θεῷ εὐάρεστος ὑπάρχει καὶ πᾶσιν ἀν...θρώποις χρήσιμός ἐστι. Ἐν ἀδελφότητι ὡραῖος καὶ ἐν παντὶ πράγματι ὀρθός. Ὁ ἀληθὴς προσώποις οὐ χαίρει, καὶ ἄδικον κρίσιν οὐ κρίνει. Ἀξιώματος καὶ τιμῆς οὐκ ἀντιλαμβάνεται, καὶ πένητα καὶ ἐνδεῆ οὐ παραβλέπει. Ἐν ἀποκρίσεσιν ἄδολός ἐστι, καὶ ἐν διαγνώσει ὀρθός. Ἐν τῷ ἔργῳ ἐπιμελητὴς καὶ ἐν τῷ κοινῷ τῆς ἀδελφότητος σώματι τίμιος.∆όλον οὐκ οἶδεν· ὑπόκρισιν οὐκ ἀγαπᾷ. Παντὶ ἔργῳ ἀγαθῷ κεκόσμηται, καὶ πάσῃ ἀρετῇ πολιτεύεται. Μακάριος οὖν ὁ πάντοτε τῇ ἀληθείᾳ δουλεύων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου