Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Πρέπουσα ἀρχὴ τῷ περὶ τῆς τοῦ κόσμου συστάσεως μέλλοντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακοσμήσεως προθεῖναι τοῦ λόγου. Οὐρανοῦ γὰρ καὶ γῆς ποίησις παραδίδοσθαι μέλλει, οὐκ αὐτομάτως συνενεχθεῖσα, ὥς τινες ἐφαντάσθησαν, παρὰ δὲ τοῦ Θεοῦ τὴν αἰτίαν λαβοῦσα. Ποία ἀκοὴ τοῦ μεγέθους τῶν λεγομένων ἀξία; πῶς παρεσκευασμένην ψυχὴν πρὸς τὴν τῶν τηλικούτων ἀκρόασιν προσῆκεν ἀπαντᾶν; Καθαρεύουσαν τῶν παθῶν τῆς σαρκὸς, ἀνεπισκότητον μερίμναις βιωτικαῖς, φιλόπονον, ἐξεταστικήν, πάντοθεν περισκοποῦσαν εἴ ποθεν λάβοι ἀξίαν ἔννοιαν τοῦ Θεοῦ. Ἀλλὰ πρὶν ἐξετάσαι τὴν ἐν τοῖς ῥήμασιν ἀκρίβειαν, καὶ διερευνήσασθαι ἡλίκα τῶν μικρῶν φωνῶν τούτων ἐστὶ τὰ σημαινόμενα, ἐνθυμηθῶμεν τίς ὁ διαλεγόμενος ἡμῖν.
Διότι κἂν τῆς βαθείας καρδίας τοῦ συγγραφέως μὴ ἐφικώμεθα διὰ τὸ τῆς διανοίας ἡμῶν ἀσθενὲς, ἀλλὰ τῇ γε ἀξιοπιστίᾳ προσέχοντες τοῦ λέγοντος, αὐτομάτως εἰς συγκατάθεσιν τῶν εἰρημένων ἐναχθησόμεθα Μωϋσῆς τοίνυν ἐστὶν ὁ τὴν συγγραφὴν ταύτην καταβαλλόμενος· Μωϋσῆς ἐκεῖνος ὁ μαρτυρηθεὶς ἀστεῖος εἶναι παρὰ τῷ Θεῷ, ἔτι ὑπομάζιος ὤν· ὃν εἰσεποιήσατο μὲν ἡ θυγάτηρ τοῦ Φαραώ, ἐξέθρεψε δὲ βασιλικῶς, τοὺς σοφοὺς τῶν Αἰγυπτίων διδασκάλους αὐτῷ τῆς παιδεύσεως ἐπιστήσασα. Ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας, καὶ πρὸς τὸ ταπεινὸν τῶν ὁμοφύλων ἀναδραμών, εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Ὁ τὴν πρὸς τὸ δίκαιον φιλίαν ἐξ αὐτῆς τῆς φύσεως κεκτημένος, ὅπου γε καὶ πρὶν ἐπιτραπῆναι αὐτῷ τοῦ λαοῦ τὴν ἀρχήν, φαίνεται διὰ τὸ τῆς φύσεως μισοπόνηρον μέχρι θανάτου τοὺς κακοὺς ἀμυνόμενος. Ὁ φυγαδευθεὶς παρὰ τῶν εὐεργετηθέντων, καὶ ἀσμένως μὲν τοὺς Αἰγυπτιακοὺς θορύβους ἀπολιπών, τὴν δὲ Αἰθιοπίαν καταλαβών, κἀκεῖ πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγων, καὶ ἐν τεσσαράκοντα ὅλοις ἔτεσιν τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας. Ὃς ὀγδοηκοστὸν ἤδη γεγονὼς ἔτος, εἶδε Θεὸν ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν, μᾶλλον δὲ ὡς οὐδενὶ τῶν ἄλλων ὑπῆρξε κατὰ τὴν μαρτυρίαν αὐτὴν τοῦ Θεοῦ, ὅτι Ἐνὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι᾿ αἰνιγμάτων. Οὗτος τοίνυν ὁ τῆς αὐτοπροσώπου θέας τοῦ Θεοῦ ἐξίσου τοῖς ἀγγέλοις ἀξιωθεὶς, ἐξ ὧν ἤκουσε παρὰ τοῦ Θεοῦ διαλέγεται ἡμῖν. Ἀκούσωμεν τοίνυν ἀληθείας ῥημάτων οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης, ἀλλ᾿ ἐν διδακτοῖς Πνεύματος λαληθεῖσιν· ὧν τὸ τέλος οὐχ ὁ τῶν ἀκουόντων ἔπαινος, ἀλλ᾿ ἡ σωτηρία τῶν διδασκομένων.Ἵστησί μου τὸν λόγον τὸ θαῦμα τῆς διανοίας. Τί πρῶτον εἴπω; πόθεν ἄρξομαι τῆς ἐξηγήσεως; Ἐνλέγξω τῶν ἔξω τὴν ματαιότητα; ἢ ἀνυμνήσω τὴν ἡμετέραν ἀλήθειαν; Πολλὰ περὶ φύσεως ἐπραγματεύσαντο οἱ τῶν Ἑλλήνων σοφοὶ, καὶ οὐδὲ εἷς παρ᾿ αὐτοῖς λόγος ἕστηκεν ἀκίνητος καὶ ἀσάλευτος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ καταβάλλοντος· ὥστε ἡμῖν μηδὲν ἔργον εἶναι τὰ ἐκείνων ἐλέγχειν· ἀρκοῦσι γὰρ ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Οἱ γὰρ Θεὸν ἀγνοήσαντες, αἰτίαν ἔμφρονα προεστάναι τῆς γενέσεως τῶν ὅλων οὐ συνεχώρησαν, ἀλλ᾿ οἰκείως τῇ ἐξ ἀρχῆς ἀγνοίᾳ τὰ ἐφεξῆς συνεπέραναν. Διὰ τοῦτο οἱ μὲν ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον, τοῖς τοῦ κόσμου στοιχείοις τὴν αἰτίαν τοῦ παντὸς ἀναθέντες· οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα, καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν. Νῦν μὲν γὰρ συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νῦν δὲ μετασυγκρινομένων, τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίνεσθαι· καὶ τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλοκὴν τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν. Ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν οἱ ταῦτα γράφοντες, οἱ οὕτω λεπτὰς καὶ ἀνυποστάτους ἀρχὰς οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης ὑποτιθέμενοι. Οὐ γὰρ ᾔδεσαν εἰπεῖν, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Διὰ τοῦτο ἀκυβέρνητα καὶ ἀδιοίκητα εἶναι τὰ σύμπαντα, ὡς ἂν τύχῃ φερόμενα, ὑπὸ τῆς ἐνοικούσης αὐτοῖς ἀθεότητος ἠπατήθησαν. Ὅπερ ἵνα μὴ πάθωμεν ἡμεῖς, ὁ τὴν κοσμοποιίαν συγγράφων εὐθὺς ἐν τοῖς πρώτοις ῥήμασι τῷ ὀνόματι τοῦ Θεοῦ τὴν διάνοιαν ἡμῶν κατεφώτισεν, εἰπών, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός. Τί καλὴ ἡ τάξις; Ἀρχὴν πρῶτον ἐπέθηκεν, ἵνα μὴ ἄναρχον αὐτὸν οἰηθῶσί τινές. Εἶτα ἐπήγαγε τό, Ἐποίησεν, ἵνα δειχθῇ, ὅτι ἐλάχιστον μέρος τῆς τοῦ δημιουργοῦ δυνάμεώς ἐστι τὸ ποιηθέν. Ὡς γὰρ ὁ κεραμεὺς ἀπὸ τῆς αὐτῆς τέχνης μυρία διαπλάσας σκεύη, οὔτε τὴν τέχνην οὔτε δύναμιν ἐξανάλωσεν· οὕτω καὶ ὁ τοῦ παντὸς τούτου δημιουργὸς, οὐχ ἑνὶ κόσμῳ σύμμετρον τὴν ποιητικὴν ἔχων δύναμιν, ἀλλ᾿ εἰς τὸ ἀπειροπλάσιον ὑπερβαίνουσαν, τῇ ῥοπῇ τοῦ θελήματος μόνῃ εἰς τὸ εἶναι παρήγαγε τὰ μεγέθη τῶν ὁρωμένων. Εἰ οὖν καὶ ἀρχὴν ἔχει ὁ κόσμος, καὶ πεποίηται, ζήτει, τίς ὁ τὴν ἀρχὴν αὐτῷ δούς, καὶ τίς ὁ ποιητής; Μᾶλλον δέ, ἵνα μὴ ἀνθρωπίνοις λογισμοῖς ἐκζητῶν παρατραπῇς που τῆς ἀληθείας, προέφθασε τῇ διδασκαλίᾳ, οἱονεὶ σφραγῖδα καὶ φυλακτήριον ταῖς ψυχαῖς ἡμῶν ἐμβαλὼν τὸ πολυτίμητον ὄνομα τοῦ Θεοῦ, εἰπών, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός. Ἡ μακαρία φύσις, ἡ ἄφθονος ἀγαθότης, τὸ ἀγαπητὸν πᾶσι τοῖς λόγου μετειληφόσι, τὸ πολυπόθητον κάλλος, ἡ ἀρχὴ τῶν ὄντων, ἡ πηγὴ τῆς ζωῆς, τὸ νοερὸν φῶς, ἡ ἀπρόσιτος σοφία, οὗτος Ἐποίησεν ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν.
Μὴ οὖν ἄναρχα φαντάζου, ἄνθρωπε, τὰ ὁρώμενα, μηδέ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ᾿ οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν οὐκ εὔληπτος, ἄναρχον εἶναι νομίσῃς τῶν κυκλοφορικῶν σωμάτων τὴν φύσιν. Οὐδὲ γὰρ ὁ κύκλος οὗτος, τὸ ἐπίπεδον λέγω σχῆμα τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἐπειδὴ διαφεύγει τὴν ἡμετέραν αἴσθησιν, καὶ οὔτε ὅθεν ἤρξατο ἐξευρεῖν δυνάμεθα, οὔτε εἰς ὃ κατέληξεν, ἤδη καὶ ἄναρχον αὐτὸν ὀφείλομεν ὑποτίθεσθαι. Ἀλλὰ κἂν τὴν αἴσθησιν διαφεύγῃ, τῇ γε ἀληθείᾳ πάντως ἀπό τινος ἤρξατο ὁ κέντρῳ καὶ διαστήματί τινι περιγράψας αὐτόν. Οὕτω καὶ σὺ μή, ἐπειδὴ εἰς ἑαυτὰ συννεύει τὰ κύκλῳ κινούμενα, τὸ τῆς κινήσεως αὐτῶν ὁμαλόν, καὶ μηδενὶ μέσῳ διακοπτόμενον, τὴν τοῦ ἄναρχον τὸν κόσμον καὶ ἀτελεύτητον εἶναί σοι πλάνην ἐγκαταλίπῃ. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Καὶ, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται. Προαναφώνησις τῶν περὶ συντελείας δογμάτων καὶ περὶ τῆς τοῦ κόσμου μεταποιήσεως, τὰ νῦν ἐν βραχέσι κατὰ τὴν στοιχείωσιν τῆς θεοπνεύστου διδασκαλίας παραδιδόμενα. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός. Τὰ ἀπὸ χρόνου ἀρξάμενα πᾶσα ἀνάγκη καὶ ἐν χρόνῳ συντελεσθῆναι. Εἰ ἀρχὴν ἔχει χρονικήν, μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Γεωμετρίαι γὰρ καὶ ἀριθμητικαὶ μέθοδοι, καὶ αἱ περὶ τῶν στερεῶν πραγματεῖαι, καὶ ἡ πολυθρύλλητος ἀστρονομία, ἡ πολυάσχολος ματαιότης, πρὸς ποῖον καταστρέφουσι τέλος; Εἴπερ οἱ περὶ ταῦτα ἐσπουδακότες συναΐδιον εἶναι τῷ κτίστῃ τῶν ὅλων Θεῷ καὶ τὸν ὁρώμενον τοῦτον κόσμον διενοήθησαν, πρὸς τὴν αὐτὴν δόξαν ἀγαγόντες τὸν περιγεγραμμένον καὶ σῶμα ἔχοντα ὑλικόν, τῇ ἀπεριλήπτῳ καὶ ἀοράτῳ φύσει, μηδὲ τοσοῦτον δυνηθέντες ἐννοηθῆναι, ὅτι οὗ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑπόκειται, τούτου καὶ τὸ ὅλον ἀνάγκη ποτὲ τὰ αὐτὰ παθήματα τοῖς οἰκείοις μέρεσιν ὑποστῆναι. Ἀλλὰ τοσοῦτον Ἐματαιώθησαν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, ὥστε οἱ μὲν συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν οὐρανὸν ἀπεφήναντο· οἱ δὲ αὐτὸν εἶναι Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον, καὶ τῆς τῶν κατὰ μέρος οἰκονομίας αἴτιον.
Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σύνεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ἀλλ᾿ οἱ τῶν ἄστρων τὰ διαστήματα καταμετροῦντες, καὶ τοὺς ἀειφανεῖς αὐτῶν καὶ ἀρκτῴους ἀπογραφόμενοι, καὶ ὅσοι περὶ τὸν νότιον πόλον κείμενοι τοῖς μέν εἰσι φανεροὶ, ἡμῖν δὲ ἄγνωστοι· καὶ βόρειον πλάτος, καὶ ζῳδιακὸν κύκλον μυρίοις διαστήμασι διαιροῦντες· καὶ ἐπαναφορὰς ἄστρων, καὶ στηριγμούς, καὶ ἀποκλίσεις, καὶ πάντων τὴν ἐπὶ τὰ προηγούμενα κίνησιν δι᾿ ἀκριβείας τηρήσαντες· καὶ διὰ πόσου χρόνου τῶν πλανωμένων ἕκαστος τὴν ἑαυτοῦ περίοδον ἐκπληροῖ· μίαν τῶν πασῶν μηχανὴν οὐκ ἐξεῦρον πρὸς τὸ τὸν Θεὸν ἐννοῆσαι ποιητὴν τοῦ παντὸς, καὶ κριτὴν δίκαιον, τὴν ἀξίαν ἀντίδοσιν τοῖς βεβιωμένοις ἐπάγοντα· οὐδὲ τῷ περὶ τῆς κρίσεως λόγῳ τὴν ἀκόλουθον τῆς συντελείας ἔννοιαν ἐπιγνῶναι, ὅτι ἀνάγκη μεταποιηθῆναι τὸν κόσμον, εἰ μέλλοι καὶ ἡ τῶν ψυχῶν κατάστασις πρὸς ἕτερον εἶδος ζωῆς μεταβάλλειν. Ὥσπερ γὰρ ἡ παροῦσα ζωὴ συγγενῆ ἔσχε τοῦ κόσμου τούτου τὴν φύσιν· οὕτω καὶ ἡ μέλλουσα τῶν ψυχῶν ἡμῶν διαγωγὴ οἰκείαν τῇ καταστάσει ὑποδέξεται τὴν λῆξιν. Οἱ δὲ τοσοῦτον ἀπέχουσιν ὡς ἀληθέσι τούτοις προσέχειν, ὥστε καὶ πλατὺν γέλωτα καταχέουσιν ἡμῶν περὶ συντελείας τοῦ κόσμου τούτου καὶ παλιγγενεσίας αἰῶνος ἀπαγγελλόντων.
Ἐπειδὴ δὲ ἡ ἀρχὴ κατὰ φύσιν προτέτακται τῶν ἀπ᾿ αὐτῆς, ἀναγκαίως περὶ τῶν ἀπὸ χρόνου τὸ εἶναι ἐχόντων διαλεγόμενοι, ταύτην ἁπάντων προέταξε τὴν φωνήν, εἰπών, Ἐν ἀρχῇ ἐποίησεν.
Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητόν, ἀνιστόρητον δὲ κατελείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπίοις κατὰ τὴν γνῶσιν ἀνεπιτήδειον. Ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις ταῖς ὑπερκοσμίοις δυνάμεσι πρέπουσα, ἡ ὑπέρχρονος, ἡ αἰωνία, ἡ ἀΐδιος. Δημιουργήματα δὲ ἐν αὐτῇ ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς ἀπετέλεσε, φῶς νοητὸν πρέπον τῇ μακαριότητι τῶν φιλούντων τὸν Κύριον, τὰς λογικὰς καὶ ἀοράτους φύσεις, καὶ πᾶσαν τὴν τῶν νοητῶν διακόσμησιν, ὅσα τὴν ἡμετέραν διάνοιαν ὑπερβαίνει, ὧν οὐδὲ τὰς ὀνομασίας ἐξευρεῖν δυνατόν. Ταῦτα τοῦ ἀοράτου κόσμου συμπληροῖ τὴν οὐσίαν, ὡς διδάσκει ἡμᾶς ὁ Παῦλος, λέγων, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, εἴτε δυνάμεις, εἴτε ἀγγέλων στρατιαὶ, εἴτε ἀρχαγγέλων ἐπιστασίαι· ὅτε δὲ ἔδει λοιπὸν καὶ τὸν κόσμον τοῦτον ἐπεισαχθῆναι τοῖς οὖσι, προηγουμένως μὲν διδασκαλεῖον καὶ παιδευτήριον τῶν ἀνθρωπίνων ψυχῶν· ἔπειτα μέντοι καὶ ἁπαξαπλῶς πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ ἐπιτήδειον ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τοῖς ἐν αὐτῷ ζῴοις τε καὶ φυτοῖς, ἡ τοῦ χρόνου διέξοδος ὑπέστη, ἐπειγομένη ἀεὶ καὶ παραρρέουσα, καὶ μηδαμοῦ παυομένη τοῦ δρόμου. Ἢ οὐχὶ τοιοῦτος ὁ χρόνος, οὗ τὸ μὲν παρελθὸν ἠφανίσθη, τὸ δὲ μέλλον οὔπω πάρεστι, τὸ δὲ παρὸν πρὶν γνωσθῆναι διαδιδράσκει τὴν αἴσθησιν;Τοιαύτη δέ τις καὶ τῶν γινομένων ἡ φύσις, ἢ αὐξανομένη πάντως, ἢ φθίνουσα, τὸ δὲ ἱδρυμένον καὶ στάσιμον οὐκ ἐπίδηλον ἔχουσα. Ἔπρεπεν οὖν τοῖς ζῴων τε καὶ φυτῶν σώμασιν, οἱονεὶ ῥεύματί τινι πρὸς ἀνάγκην ἐνδεδεμένοις, καὶ τῇ πρὸς γένεσιν ἢ φθορὰν ἀγούσῃ κινήσει συνεχομένοις, ὑπὸ τῆς τοῦ χρόνου φύσεως περιέχεσθαι, συγγενῆ τοῖς ἀλλοιουμένοις κεκτημένου τὴν ἰδιότητα. Ἐντεῦθεν οἰκείως ἐπέβαλε τῷ περὶ αὐτὸν λόγῳ ὁ σοφῶς ἡμᾶς τοῦ κόσμου τὴν γένεσιν ἐκδιδάσκων, εἰπών, Ἐν ἀρχῇ ἐποίησεν· τουτέστιν, ἐν ἀρχῇ ταύτῃ τῇ κατὰ χρόνον. Οὐ γὰρ δὴ κατὰ πρεσβυγένειαν πάντων τῶν γενομένων προέχειν αὐτὸν μαρτυρῶν λέγει ἐν ἀρχῇ γεγονέναι, ἀλλὰ μετὰ τὰ ἀόρατα καὶ νοούμενα τῶν ὁρατῶν τούτων καὶ αἰσθήσει ληπτῶν τὴν ἀρχὴν τῆς ὑπάρξεως διηγεῖται. Λέγεται μὲν οὖν ἀρχὴ καὶ ἡ πρώτη κίνησις· ὡς, Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια. Ἀπὸ γὰρ τῶν δικαίων πράξεων πρῶτον κινούμεθα πρὸς τὸν μακάριον βίον. Λέγεται δὲ ἀρχὴ καὶ ὅθεν γίνεταί τι, τοῦ ἐνυπάρχοντος αὐτῷ ὡς ἐπὶ οἰκίας θεμέλιος, καὶ ἐπὶ πλοίου ἡ τρόπις, καθὸ εἴρηται, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Οἷον γὰρ κρηπὶς καὶ βάθρον πρὸς τὴν τελείωσιν ἡ εὐλάβεια. Ἀρχὴ δὲ καὶ τῶν τεχνικῶν ἔργων ἡ τέχνη· ὡς ἡ σοφία Βεσελεὴλ, τοῦ περὶ τὴν σκηνὴν κόσμου. Ἀρχὴ δὲ πράξεων πολλάκις καὶ τὸ εὔχρηστον τέλος τῶν γινομένων· ὡς τῆς ἐλεημοσύνης ἡ παρὰ Θεοῦ ἀποδοχή, καὶ πάσης τῆς κατ᾿ ἀρετὴν ἐνεργείας τὸ ἐν ἐπαγγελίαις ἀποκείμενον τέλος.
Τοσαυταχῶς οὖν λεγομένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τοῖς σημαινομένοις ἡ παροῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ᾿ οὗ χρόνου ἤρξατο ἡ τοῦ κόσμου τούτου σύστασις, δυνατόν σοι μαθεῖν, ἐάν γε ἐκ τοῦ παρόντος εἰς τὸ κατόπιν ἀναποδίζων, φιλονεικήσῃς εὑρεῖν τὴν πρώτην ἡμέραν τῆς τοῦ κόσμου γενέσεως. Εὑρήσεις γὰρ οὕτως, πόθεν τῷ χρόνῳ ἡ πρώτη κίνησις, ἔπειτα, ὅτι καὶ οἱονεὶ θεμέλιοί τινες καὶ κρηπῖδες προκατεβλήθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ· εἶτα, ὅτι ἐστί τις τεχνικὸς λόγος ὁ καθηγησάμενος τῆς τῶν ὁρωμένων διακοσμήσεως, ὡς ἐνδείκνυταί σοι ἡ φωνὴ τῆς ἀρχῆς· καὶ τὸ μὴ εἰκῇ μηδὲ μάτην, ἀλλὰ πρός τι τέλος ὠφέλιμον καὶ μεγάλην χρείαν τοῖς οὖσι συνεισφερόμενον ἐπινενοῆσθαι τὸν κόσμον, εἴπερ τῷ ὄντι ψυχῶν λογικῶν διδασκαλεῖον καὶ θεογνωσίας ἐστὶ παιδευτήριον, διὰ τῶν ὁρωμένων καὶ αἰσθητῶν χειραγωγίαν τῷ νῷ παρεχόμενος πρὸς τὴν θεωρίαν τῶν ἀοράτων, καθά φησιν ὁ ἀπόστολος, ὅτι Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ἢ τάχα διὰ τὸ ἀκαριαῖον καὶ ἄχρονον τῆς δημιουργίας εἴρηται τό, Ἐν ἀρχῇ ἐποίησεν, ἐπειδὴ ἀμερές τι καὶ ἀδιάστατον ἡ ἀρχή. Ὡς γὰρ ἡ ἀρχὴ τῆς ὁδοῦ οὔπω ὁδὸς, καὶ ἡ ἀρχὴ τῆς οἰκίας οὐκ οἰκία, οὕτω καὶ ἡ τοῦ χρόνου ἀρχὴ οὔπω χρόνος, ἀλλ᾿ οὐδὲ μέρος αὐτοῦ τὸ ἐλάχιστον. Εἰ δὲ φιλονεικῶν τις χρόνον εἶναι λέγοι τὴν ἀρχήν, γινωσκέτω ὅτι διαιρήσει αὐτὴν εἰς τὰ τοῦ χρόνου μέρη. Ταῦτα δέ ἐστιν, ἀρχή, καὶ μέσα, καὶ τελευτή. Ἀρχὴν δὲ ἀρχῆς ἐπινοεῖν παντελῶς καταγέλαστον. Καὶ ὁ διχοτομῶν τὴν ἀρχήν, δύο ποιήσει ἀντὶ μιᾶς, μᾶλλον δὲ πολλὰς καὶ ἀπείρους, τοῦ διαιρεθέντος ἀεὶ εἰς ἕτερα τεμνομένου. Ἵνα τοίνυν διδαχθῶμεν ὁμοῦ τῇ βουλήσει τοῦ Θεοῦ ἀχρόνως συνυφεστάναι τὸν κόσμον, εἴρηται τό, Ἐν ἀρχῇ ἐποίησεν. Ὅπερ ἕτεροι τῶν ἑρμηνευτῶν, σαφέστερον τὸν νοῦν ἐκδιδόντες, εἰρήκασιν, Ἐν κεφαλαίῳ ἐποίησεν ὁ Θεὸς, τουτέστιν, ἀθρόως καὶ ἐν ὀλίγῳ. Τὰ μὲν οὖν περὶ ἀρχῆς, ὡς ὀλίγα ἀπὸ πολλῶν εἰπεῖν, ἐπὶ τοσοῦτον.Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν ποιητικαὶ λέγονται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί· καὶ τῶν μὲν θεωρητικῶν τέλος ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια· τῶν δὲ πρακτικῶν, αὐτὴ ἡ τοῦ σώματος κίνησις, ἧς παυσαμένης οὐδὲν ὑπέστη οὐδὲ παρέμεινε τοῖς ὁρῶσιν· ὀρχήσεως γὰρ καὶ αὐλητικῆς τέλος οὐδὲν, ἀλλ᾿ αὐτὴ εἰς ἑαυτὴν ἡ ἐνέργεια καταλήγει· ἐπὶ δὲ τῶν ποιητικῶν τεχνῶν, καὶ παυσαμένων τῆς ἐνεργείας, προκείμενόν ἐστι τὸ ἔργον· ὡς οἰκοδομικῆς καὶ τεκτονικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς, καὶ ὅσαι τοιαῦται, αἳ, κἂν μὴ παρῇ ὁ τεχνίτης, ἱκανῶς ἐν ἑαυταῖς τοὺς τεχνικοὺς λόγους ἐμφαίνουσι, καὶ ἔξεστί σοι θαυμάσαι τὸν οἰκοδόμον ἀπὸ τοῦ ἔργου, καὶ τὸν χαλκέα καὶ τὸν ὑφάντην. Ἵνα οὖν δειχθῇ ὅτι ὁ κόσμος τεχνικόν ἐστι κατασκεύασμα, προκείμενον πᾶσιν εἰς θεωρίαν, ὥστε δι᾿ αὐτοῦ τὴν τοῦ ποιήσαντος αὐτὸν σοφίαν ἐπιγινώσκεσθαι, οὐκ ἄλλῃ τινὶ φωνῇ ἐχρήσατο ὁ σοφὸς Μωϋσῆς περὶ αὐτοῦ, ἀλλ᾿ εἶπεν, Ἐν ἀρχῇ ἐποίησεν· οὐχὶ ἐνήργησεν, οὐδὲ ὑπέστησεν, ἀλλὰ Ἐποίησεν. Καὶ καθότι πολλοὶ τῶν φαντασθέντων συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν κόσμον, οὐχὶ γεγενῆσθαι παρ᾿ αὐτοῦ συνεχώρησαν, ἀλλ᾿ οἱονεὶ ἀποσκίασμα τῆς δυνάμεως αὐτοῦ ὄντα αὐτομάτως παρυποστῆναι· καὶ αἴτιον μὲν αὐτοῦ ὁμολογοῦσι τὸν Θεόν, αἴτιον δὲ ἀπροαιρέτως, ὡς τῆς σκιᾶς τὸ σῶμα, καὶ τῆς λαμπηδόνος τὸ ἀπαυγάζον· τὴν οὖν τοιαύτην ἀπάτην ἐπανορθούμενος ὁ προφήτης, τῇ ἀκριβείᾳ ταύτῃ τῶν ῥημάτων ἐχρήσατο εἰπών, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός. Οὐχὶ αὐτὸ τοῦτο τὴν αἰτίαν τοῦ εἶναι παρέσχεν, ἀλλ᾿ ἐποίησεν ὡς ἀγαθὸς τὸ χρήσιμον, ὡς σοφὸς, τὸ κάλλιστον, ὡς δυνατὸς, τὸ μέγιστον. Μόνον γὰρ οὐχὶ τεχνίτην σοι ἔδειξεν ἐμβεβηκότα τῇ οὐσίᾳ τῶν ὅλων, καὶ τὰ καθ᾿ ἕκαστον μέρη πρὸς ἄλληλα συναρμόζοντα, καὶ τὸ πᾶν ὁμόλογον ἑαυτῷ καὶ σύμφωνον καὶ ἐναρμονίως ἔχον ἀποτελοῦντα. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐκ δύο τῶν ἄκρων τοῦ παντὸς τὴν ὕπαρξιν παρῃνίξατο, τῷ μὲν οὐρανῷ τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδούς, τὴν δὲ γῆν δευτερεύειν φάμενος τῇ ὑπάρξει. Πάντως δὲ καὶ εἴ τι τούτων μέσον, συναπεγενήθη τοῖς πέρασιν. Ὥστε κἂν μηδὲν εἴπῃ περὶ τῶν στοιχείων, πυρὸς, καὶ ὕδατος, καὶ ἀέρος, ἀλλὰ σὺ τῇ παρὰ σαυτοῦ συνέσει νόει, πρῶτον μὲν ὅτι πάντα ἐν πᾶσι μέμικται, καὶ ἐν γῇ εὑρήσεις καὶ ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ, εἴγε ἐκ λίθων μὲν πῦρ ἐξάλλεται, ἐκ σιδήρου δέ, ὃς καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν γένεσιν, πῦρ ἄφθονον ἐν ταῖς παρατρίψεσι πέφυκεν ἀπολάμπειν. Ὃ καὶ θαυμάσαι ἄξιον, πῶς ἐν μὲν τοῖς σώμασιν ὑπάρχον τὸ πῦρ, ἀβλαβῶς ἐμφωλεύει· προκληθὲν δὲ ἐπὶ τὸ ἔξω, δαπανητικόν ἐστι τῶν φυλασσόντων τέως. Τὴν δὲ τοῦ ὕδατος φύσιν ἐνυπάρχουσαν τῇ γῇ οἱ φρεωρύχοι δεικνύουσι· καὶ τὴν τοῦ ἀέρος οἱ ἀπὸ νενοτισμένης αὐτῆς ἀτμοὶ ὑπὸ ἡλίου θαλφθείσης ἀναπεμπόμενοι. Ἔπειτα μέντοι καὶ εἰ φύσει τὸν ἄνω τόπον ὁ οὐρανὸς ἐπέχει, ἡ δὲ γῆ τὸ κατώτατόν ἐστι· διότι ἐπὶ μὲν τὸν οὐρανὸν τὰ κοῦφα φέρεται, ἐπὶ δὲ τὴν γῆν τὰ βαρέα πέφυκε καταρρέπειν, ἐναντιώτατα δὲ ἀλλήλοις, τὸ ἄνω καὶ τὸ κάτω· ὁ τῶν πλεῖστον διεστώτων κατὰ τὴν φύσιν ἐπιμνησθεὶς, καὶ τὰ τὴν μέσην τούτοις ἐκπληροῦντα χώραν συνεκδοχικῶς παρεσήμανεν. Ὥστε μὴ ζήτει τὴν τῶν καθ᾿ ἕκαστον ἐπεξήγησιν, ἀλλὰ τὰ σιωπηθέντα νόει διὰ τῶν δηλωθέντων.Ἡ περὶ τῆς οὐσίας ἔρευνα ἑκάστου τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑποπιπτόντων ἡμῖν, ἢ τῶν προκειμένων ἡμῶν τῇ αἰσθήσει, μακρὸν καὶ ἀπηρτημένον λόγον ἐπεισάγει τῇ ἐξηγήσει, ὡς πλείονας ἐν τῇ περὶ τοῦ προβλήματος τούτου σκέψει καταναλίσκεσθαι λόγους τῶν λοιπῶν, ὅσα ἐνδέχεται ῥηθῆναι περὶ ἑκάστου τῶν ζητουμένων· πρὸς τό, μηδὲ προύργου τι εἶναι εἰς τὴν τῆς Ἐκκλησίας οἰκοδομὴν τὸ περὶ ταῦτα κατασχολεῖσθαι. Ἀλλὰ περὶ μὲν τῆς οὐσίας τοῦ οὐρανοῦ ἀρκούμεθα τοῖς παρὰ τοῦ Ἡσαΐου εἰρημένοις· ὃς ἐν ἰδιωτικοῖς ῥήμασιν ἱκανὴν ἡμῖν τῆς φύσεως αὐτοῦ τὴν διάνοιαν ἐνεποίησεν, εἰπών· Ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν· τουτέστι, λεπτὴν φύσιν καὶ οὐ στερεὰν οὐδὲ παχεῖαν εἰς τὴν τοῦ οὐρανοῦ σύστασιν οὐσιώσας. Καὶ περὶ τοῦ σχήματος δὲ ἱκανὰ ἡμῖν τὰ παρ᾿ αὐτοῦ, εἰπόντος ἐν δοξολογίᾳ Θεοῦ· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς γῆς συμβουλεύωμεν ἑαυτοῖς, μὴ πολυπραγμονεῖν αὐτῆς τὴν οὐσίαν ἥτις ποτέ ἐστι, μηδὲ κατατρίβεσθαι τοῖς λογισμοῖς αὐτὸ τὸ ὑποκείμενον ἐκζητοῦντας, μηδὲ ζητεῖν τινα φύσιν ἔρημον ποιοτήτων, ἄποιον ὑπάρχουσαν τῷ ἑαυτῆς λόγῳ, ἀλλ᾿ εὖ εἰδέναι, ὅτι πάντα τὰ περὶ αὐτὴν θεωρούμενα εἰς τὸν τοῦ εἶναι κατατέτακται λόγον, συμπληρωτικὰ τῆς οὐσίας ὑπάρχοντα. Εἰς οὐδὲν γὰρ καταλήξεις, ἑκάστην τῶν ἐνυπαρχουσῶν αὐτῇ ποιοτήτων ὑπεξαιρεῖσθαι τῷ λόγῳ πειρώμενος. Ἐὰν γὰρ ἀποστήσῃς τὸ μέλαν, τὸ ψυχρόν, τὸ βαρύ, τὸ πυκνόν, τὰς κατὰ γεῦσιν ἐνυπαρχούσας αὐτῇ ποιότητας, ἢ εἴ τινες ἄλλαι περὶ αὐτὴν θεωροῦνται, οὐδὲν ἔσται τὸ ὑποκείμενον. Ταῦτά τε οὖν καταλιπόντα σε, μηδὲ ἐκεῖνο ζητεῖν παραινῶ, ἐπὶ τίνος ἕστηκεν. Ἰλιγγιάσει γὰρ καὶ οὕτως ἡ διάνοια, πρὸς οὐδὲν ὁμολογούμενον πέρας διεξιόντος τοῦ λογισμοῦ. Ἐάν τε γὰρ ἀέρα φῇς ὑπεστρῶσθαι πλάτει τῆς γῆς, ἀπορήσεις, πῶς ἡ μαλθακὴ καὶ πολύκενος φύσις ἀντέχει ὑπὸ τοσούτου βάρους συνθλιβομένη, ἀλλ᾿ οὐχὶ διολισθαίνει πάντοθεν τὴν συνίζησιν ὑποφεύγουσα, καὶ ἀεὶ πρὸς τὸ ἄνω ὑπερχεομένη τοῦ συμπιέζοντος. Πάλιν, ἐὰν ὑποθῇς ἑαυτῷ ὕδωρ εἶναι τὸ ὑποβεβλημένον τῇ γῇ, καὶ οὕτως ἐπιζητήσεις, πῶς τὸ βαρὺ καὶ πυκνὸν οὐ διαδύνει τοῦ ὕδατος, ἀλλ᾿ ὑπὸ τῆς ἀσθενεστέρας φύσεως τὸ τοσοῦτον ὑπερφέρον τῷ βάρει κρατεῖται· πρὸς τὸ καὶ αὐτοῦ τοῦ ὕδατος τὴν ἕδραν ἐπιζητεῖν, καὶ πάλιν διαπορεῖν τίνι στεγανῷ καὶ ἀντερείδοντι ὁ τελευταῖος αὐτοῦ πυθμὴν ἐπιβαίνει.
Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντος αὐτὸ καταπίπτειν. Κἄν τι δυνηθῶμεν ἐκείνῳ συμπλάσαντες ὑποθεῖναι, τὸ ἐκείνου πάλιν ἀντέρεισμα ὁ νοῦς ἡμῶν ἐπιζητήσει, καὶ οὕτως εἰς ἄπειρον ἐκπεσούμεθα, τοῖς ἀεὶ εὑρισκομένοις βάθροις ἕτερα πάλιν ἐπινοοῦντες. Καὶ ὅσῳ ἐπὶ πλεῖον τῷ λόγῳ προΐεμεν, τοσούτῳ μείζονα τὴν συνερειστικὴν ἀναγκαζόμεθα δύναμιν ὑπεισάγειν, ἣ πρὸς ὅλον ὁμοῦ δυνήσεται τὸ ὑπερκείμενον ἀντιβαίνειν. Διὰ τοῦτο ὅρους ἐπίθες τῇ διανοίᾳ, μήποτέ σου τῆς πολυπραγμοσύνης ὁ τοῦ Ἰὼβ λόγος καθάψηται περισκοποῦντος τὰ ἀκατάληπτα, καὶ ἐρωτηθῇς παρ᾿ αὐτοῦ καὶ σύ, Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν. Ἀλλὰ κἄν ποτε ἐν ψαλμοῖς ἀκούσῃς· Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους εἰρῆσθαι νόμισον. Τὸ γὰρ, Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, τί δηλοῖ, ἢ τὸ πάντοθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν; Πῶς οὖν ῥυτὸν ὑπάρχον τὸ ὕδωρ καὶ ἐπὶ τὸ πρανὲς πεφυκὸς καταπίπτειν, μένει ἀπαιωρούμενον καὶ οὐδαμοῦ ἀπορρέον; Σὺ δὲ οὐ λογίζῃ ὅτι τὴν αὐτὴν ἢ καὶ ἔτι πλείονα ἀπορίαν τῷ λόγῳ παρέχει ἡ γῆ καθ᾿ ἑαυτὴν κρεμαμένη, βαρυτέρα τὴν φύσιν οὖσα. Ἀλλὰ ἀνάγκη, κἂν γῆν καθ᾿ ἑαυτὴν εἶναι δῶμεν, κἂν ἐπὶ τοῦ ὕδατος αὐτὴν ἀποσαλεύειν εἴπωμεν, μηδαμοῦ ἀναχωρεῖν τῆς εὐσεβοῦς διανοίας, ἀλλὰ πάντα ὁμοῦ συγκρατεῖσθαι ὁμολογεῖν τῇ δυνάμει τοῦ κτίσαντος. Ταῦτα οὖν χρὴ ἑαυτοῖς τε λέγειν, καὶ τοῖς διερωτῶσιν ἡμᾶς, ἐπὶ τίνος τὸ ἄπλετον τοῦτο καὶ ἀφόρητον τῆς γῆς ἐρήρεισται βάρος, ὅτι Ἐν τῇ χειρὶ τοῦ Θεοῦ τὰ πέρατα τῆς γῆς. Τοῦτο ἀσφαλέστατον ἡμῖν πρὸς νόησιν, καὶ ὠφέλιμον τοῖς ἀκούουσιν.
Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴν ἴσην πάντοθεν πρὸς τὸ ἄκρον ἀπόστασιν, οὐκ ἔχουσαν ὅπου μᾶλλον ἀποκλιθῇ, ἀναγκαίως μένειν ἐφ᾿ ἑαυτῆς, ἀδύνατον αὐτῇ παντελῶς τὴν ἐπί τι ῥοπὴν τῆς πανταχόθεν περικειμένης ὁμοιότητος ἐμποιούσης. Τὴν δὲ μέσην χώραν μὴ ἀποκληρωτικῶς τὴν γῆν, μηδὲ ἐκ τοῦ αὐτομάτου λαχεῖν, ἀλλὰ φυσικὴν εἶναι ταύτην τῇ γῇ καὶ ἀναγκαίαν τὴν θέσιν. Τοῦ γὰρ οὐρανίου σώματος τὴν ἐσχάτην χώραν ὡς πρὸς τὸ ἄνω κατέχοντος, ἅπερ ἂν, φησίν, ὑποθώμεθα βάρη ἐκπίπτειν ἀπὸ τῶν ἄνω, ταῦτα πανταχόθεν ἐπὶ τὸ μέσον συνενεχθήσεται. Ἐφ᾿ ὅπερ δ᾿ ἂν τὰ μέρη φέρηται, ἐπὶ τοῦτο καὶ τὸ ὅλον συνωσθήσεται δηλονότι. Εἰ δὲ λίθοι καὶ ξύλα καὶ τὰ γεηρὰ πάντα φέρεται πρὸς τὸ κάτω, αὕτη ἂν εἴη καὶ τῇ ὅλῃ γῇ οἰκεῖα καὶ προσήκουσα θέσις· κἄν τι τῶν κούφων φέρηται ἀπὸ τοῦ μέσου, δηλονότι πρὸς τὸ ἀνώτατον κινηθήσεται. Ὥστε οἰκεία φορὰ τοῖς βαρυτάτοις ἡ πρὸς τὸ κάτω· κάτω δὲ ὁ λόγος μέσον ἔδειξεν. Μὴ οὖν θαυμάσῃς εἰ μηδαμοῦ ἐκπίπτει ἡ γῆ, τὴν κατὰ φύσιν χώραν τὸ μέσον ἔχουσα. Πᾶσα γὰρ ἀνάγκη μένειν αὐτὴν κατὰ χώραν, ἢ παρὰ φύσιν κινουμένην τῆς οἰκείας ἕδρας ἐξίστασθαι. Τούτων δ᾿ ἄν σοι δοκῇ τι πιθανὸν εἶναι τῶν εἰρημένων, ἐπὶ τὴν οὕτω ταῦτα διαταξαμένην τοῦ Θεοῦ σοφίαν μετάθες τὸ θαῦμα. Οὐ γὰρ ἐλαττοῦται ἡ ἐπὶ τοῖς μεγίστοις ἔκπληξις, ἐπειδὰν ὁ τρόπος καθ᾿ ὃν γίνεταί τι τῶν παραδόξων ἐξευρεθῇ· εἰ δὲ μή, ἀλλὰ τό γε ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ἔστω τῶν λογικῶν ἀποδείξεων.
Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύνθετον αὐτὸν ἐκ τῶν τεσσάρων στοιχείων εἰρήκασιν, ὡς ἁπτὸν ὄντα καὶ ὁρατόν, καὶ μετέχοντα γῆς μὲν διὰ τὴν ἀντιτυπίαν, πυρὸς δέ, διὰ τὸ καθορᾶσθαι, τῶν δὲ λοιπῶν, διὰ τὴν μίξιν. Οἱ δὲ τοῦτον ὡς ἀπίθανον παρωσάμενοι τὸν λόγον, πέμπτην τινὰ σώματος φύσιν εἰς οὐρανοῦ σύστασιν οἴκοθεν καὶ παρ᾿ ἑαυτῶν ἀποσχεδιάσαντες ἐπεισήγαγον. Καὶ ἔστι τι παρ᾿ αὐτοῖς τὸ αἰθέριον σῶμα, ὃ μήτε πῦρ, φησὶ, μήτε ἀὴρ, μήτε γῆ, μήτε ὕδωρ, μήτε ὅλως ὅπερ ἓν τῶν ἁπλῶν· διότι τοῖς μὲν ἁπλοῖς οἰκεία κίνησις ἡ ἐπ᾿ εὐθείας, τῶν μὲν κούφων ἐπὶ τὸ ἄνω φερομένων, τῶν δὲ βαρέων ἐπὶ τὸ κάτω. Οὔτε δὲ τὸ ἄνω καὶ τὸ κάτω τῇ κυκλικῇ περιδινήσει ταὐτόν· καὶ ὅλως τὴν εὐθεῖαν πρὸς τὴν ἐν τῷ κύκλῳ περιφορὰν πλείστην ἀπόστασιν ἔχειν. Ὧν δὲ αἱ κατὰ φύσιν κινήσεις παρηλλαγμέναι τυγχάνουσιν, τούτων ἀνάγκη, φασὶ, παρηλάχθαι καὶ τὰς οὐσίας. Ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν πρώτων σωμάτων, ἃ δὴ στοιχεῖα καλοῦμεν, σύνθετον εἶναι δυνατὸν ἡμῖν ὑποθέσθαι τὸν οὐρανόν, τῷ τὰ ἐκ διαφόρων συγκείμενα μὴ δύνασθαι ὁμαλὴν καὶ ἀβίαστον ἔχειν τὴν κίνησιν, ἑκάστου τῶν ἐνυπαρχόντων ἁπλῶν τοῖς συνθέτοις ἄλλην καὶ ἄλλην ὁρμὴν παρὰ τῆς φύσεως ἔχοντος. Διὸ πρῶτον μὲν καμάτῳ συνέχεται ἐν τῇ συνεχεῖ κινήσει τὰ σύνθετα, διὰ τὸ μίαν κίνησιν μὴ δύνασθαι πᾶσιν εὐάρμοστον εἶναι καὶ φίλην τοῖς ἐναντίοις· ἀλλὰ τὴν τῷ κούφῳ οἰκείαν, πολεμίαν εἶναι τῷ βαρυτάτῳ. Ὅταν μὲν γὰρ πρὸς τὰ ἄνω κινώμεθα, βαρυνόμεθα τῷ γεώδει· ὅταν δὲ πρὸς τὰ κάτω φερώμεθα, βιαζόμεθα τὸ πυρῶδες, παρὰ φύσιν αὐτὸ πρὸς τὸ κάτω καθέλκοντες. Ἡ δὲ πρὸς τὰ ἐναντία διολκὴ τῶν στοιχείων, διαπτώσεώς ἐστιν ἀφορμή. Τὸ γὰρ ἠναγκασμένον καὶ παρὰ φύσιν, ἐπ᾿ ὀλίγον ἀντισχόν, καὶ τοῦτο βιαίως καὶ μόλις, ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη, ἑκάστου τῶν συνελθόντων πρὸς τὴν οἰκείαν χώραν ἐπανιόντος. Διὰ μὲν δὴ ταύτας, ὥς φασι, τῶν λογισμῶν τὰς ἀνάγκας, τοὺς τῶν προαγόντων ἀθετήσαντες λόγους, οἰκείας ὑποθέσεως ἐδεήθησαν οἱ πέμπτην σώματος φύσιν εἰς τὴν οὐρανοῦ καὶ τῶν κατ᾿ αὐτὸν ἀστέρων γένεσιν ὑποτιθέμενοι. Ἄλλος δέ τις τῶν σφριγώντων κατὰ πιθανολογίαν ἐπαναστὰς πάλιν τούτοις, ταῦτα μὲν διέχεε καὶ διέλυσεν, οἰκείαν δὲ παρ᾿ ἑαυτοῦ ἀντεισήγαγε δόξαν. Περὶ ὧν νῦν λέγειν ἐπιχειροῦντες, εἰς τὴν ὁμοίαν αὐτοῖς ἀδολεσχίαν ἐμπεσούμεθα. Ἀλλ᾿ ἡμεῖς ἐκείνους ὑπ᾿ ἀλλήλων ἐάσαντες καταβάλλεσθαι, αὐτοὶ τοῦ περὶ τῆς οὐσίας ἀφέμενοι λόγου, πεισθέντες Μωϋσεῖ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸν ἀριστοτέχνην τῶν σοφῶς καὶ ἐντέχνως γενομένων δοξάσωμεν, καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐννοώμεθα, καὶ ἐκ τοῦ μεγέθους τῶν αἰσθητῶν τούτων καὶ περιγραπτῶν σωμάτων ἀναλογιζώμεθα τὸν ἄπειρον καὶ ὑπερμεγέθη καὶ πᾶσαν διάνοιαν ἐν τῷ πλήθει τῆς ἑαυτοῦ δυνάμεως ὑπερβαίνοντα. Καὶ γὰρ εἰ καὶ τὴν φύσιν ἀγνοοῦμεν τῶν γενομένων, ἀλλὰ τό γε ὁλοσχερῶς ὑποπῖπτον ἡμῶν τῇ αἰσθήσει τοσοῦτον ἔχει τὸ θαῦμα, ὥστε καὶ τὸν ἐντρεχέστατον νοῦν ἐλάττονα ἀναφανῆναι τοῦ ἐλαχίστου τῶν ἐν τῷ κόσμῳ, πρὸς τὸ ἢ δυνηθῆναι αὐτὸ κατ᾿ ἀξίαν ἐπεξελθεῖν, ἢ τὸν ὀφειλόμενον ἔπαινον ἀποπληρῶσαι τῷ κτίσαντι· ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
OMIΛIA β´. Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος
Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν ἁγίων τοιαῦτα, καὶ τὰ προπύλαια τοῦ ναοῦ οὕτω σεμνὰ καὶ ὑπέρογκα, τῇ ὑπερβολῇ τοῦ κάλλους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν περιαστράπτοντα, ποταπὰ τὰ ἅγια τῶν ἁγίων; καὶ τίς ἱκανὸς κατατολμῆσαι τῶν ἀδύτων; ἢ τίς ἐπόψεται τὰ ἀπόρρητα; Ἀπρόσιτος μὲν γὰρ αὐτῶν καὶ ἡ θέα, δυσερμήνευτος δὲ παντελῶς τῶν νοηθέντων ὁ λόγος. Πλὴν ἀλλ᾿ ἐπειδὴ παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ μόνου τοῦ προελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοί εἰσιν ἀφωρισμένοι μισθοὶ, μὴ ἀποκνήσωμεν πρὸς τὴν ἔρευναν. Εἰ γὰρ καὶ τῆς ἀξίας ἀπολειπόμεθα, ἀλλ᾿ ἐὰν τοῦ βουλήματος τῆς Γραφῆς μὴ ἐκπέσωμεν τῇ βοηθείᾳ τοῦ Πνεύματος, καὶ αὐτοὶ οὐκ ἀπόβλητοι παντελῶς κριθησόμεθα, καὶ τῇ συνεργίᾳ τῆς χάριτος οἰκοδομήν τινα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεξόμεθα. Ἡ δὲ γῆ ἦν, φησίν, ἀόρατος καὶ ἀκατασκεύαστος. Πῶς ἀμφοτέρων ὁμοτίμως γενομένων οὐρανοῦ καὶ γῆς, ὁ μὲν οὐρανὸς ἀπηρτίσθη, ἡ δὲ γῆ ἔτι ἀτελής ἐστι καὶ ἀνεξέργαστος; Ἢ ὅλως, τί τὸ ἀκατάσκευον τῆς γῆς; καὶ διὰ ποίαν αἰτίαν ἀόρατος ἦν; Ἔστι μὲν οὖν τελεία κατασκευὴ γῆς ἡ ἀπ᾿ αὐτῆς εὐθηνία· φυτῶν παντοδαπῶν βλαστήσεις· δένδρων ὑψηλοτάτων προβολαὶ καρπίμων τε καὶ ἀκάρπων· ἀνθῶν εὔχροιαι καὶ εὐωδίαι· καὶ ὅσα μικρὸν ὕστερον μέλλει τῷ προστάγματι τοῦ Θεοῦ ἐπανατείλαντα τῇ γῇ τὴν γεννησαμένην κατακοσμεῖν. Ὧν ἐπειδὴ οὐδὲν οὔπω ἦν, ἀκατάσκευον αὐτὴν εἰκότως ὁ λόγος ὠνόμασε. Τὰ αὐτὰ δὲ ταῦτα κἂν περὶ οὐρανοῦ εἴποιμεν· ὅτι οὐκ ἐξείργαστο οὔπω οὐδὲ αὐτὸς, οὐδὲ τὸν οἰκεῖον ἀπειλήφει κόσμον, ἅτε μήπω σελήνῃ μήτε ἡλίῳ περιλαμπόμενος, μηδὲ τοῖς χοροῖς τῶν ἄστρων κατεστεμμένος. Οὔπω γὰρ ταῦτα ἐγεγόνει. Ὥστε οὐχ ἁμαρτήσεις τῆς ἀληθείας, κἂν τὸν οὐρανὸν ἀκατάσκευον εἴπῃς. Ἀόρατον δὲ τὴν γῆν προσεῖπε διὰ δύο αἰτίας· ἢ ὅτι οὔπω ἦν αὐτῆς ὁ θεατὴς ἄνθρωπος, ἢ ὅτι ὑποβρύχιος οὖσα ἐκ τοῦ ἐπιπολάζοντος τῇ ἐπιφανείᾳ ὕδατος οὐκ ἠδύνατο καθορᾶσθαι. Οὔπω γὰρ ἦν συναχθέντα τὰ ὕδατα εἰς τὰ οἰκεῖα συστήματα, ἅπερ ὕστερον ὁ Θεὸς συναγαγὼν προσηγόρευσε θαλάσσας. Ἀόρατον οὖν τί ἐστι; Τὸ μὲν, ὃ μὴ πέφυκεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι, ὡς ὁ νοῦς ὁ ἡμέτερος· τὸ δέ, ὃ τῇ φύσει ὁρατὸν ὑπάρχον, διὰ τὴν ἐπιπρόσθεσιν τοῦ ἐπικειμένου αὐτῷ σώματος ἀποκρύπτεται, ὡς ὁ ἐν τῷ βυθῷ σίδηρος. Καθ᾿ ὃ σημαινόμενον νῦν ἀόρατον ἡγούμεθα προσειρῆσθαι τὴν γῆν καλυπτομένην ὑπὸ τοῦ ὕδατος. Ἔπειτα μέντοι, καὶ μήπω τοῦ φωτὸς γενηθέντος, οὐδὲν ἦν θαυμαστὸν τὴν ἐν σκότῳ κειμένην, διὰ τὸ ἀφώτιστον εἶναι τὸν ὑπὲρ αὐτῆς ἀέρα, ἀόρατον καὶ κατὰ τοῦτο παρὰ τῆς Γραφῆς προσειρῆσθαι.Ἀλλ᾿ οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν διαστρέφοντες, τὴν ὕλην φασὶ διὰ τῶν λέξεων τούτων παραδηλοῦσθαι. Αὕτη γὰρ, φησὶ, καὶ ἀόρατος τῇ φύσει καὶ ἀκατασκεύαστος, ἄποιος οὖσα τῷ ἑαυτῆς λόγῳ, καὶ παντὸς εἴδους καὶ σχήματος κεχωρισμένη, ἣν παραλαβὼν ὁ τεχνίτης τῇ ἑαυτοῦ σοφίᾳ ἐμόρφωσε, καὶ εἰς τάξιν ἤγαγε, καὶ οὕτω δι᾿ αὐτῆς οὐσίωσε τὰ ὁρώμενα. Εἰ μὲν οὖν ἀγέννητος αὕτη, πρῶτον μὲν ὁμότιμος τῷ Θεῷ, τῶν αὐτῶν πρεσβείων ἀξιουμένη. Οὗ τί ἂν γένοιτο ἀσεβέστερον, τὴν ἄποιον, τὴν ἀνείδεον, τὴν ἐσχάτην ἀμορφίαν, τὸ ἀδιατύπωτον αἶσχος (τοῖς γὰρ αὐτῶν ἐκείνων προσρήμασι κέχρημαι) τῆς αὐτῆς προεδρίας ἀξιοῦσθαι τῷ σοφῷ καὶ δυνατῷ καὶ παγκάλῳ δημιουργῷ καὶ κτίστῃ τῶν ὅλων; Ἔπειτα εἰ μὲν τοσαύτη ἐστίν, ὥστε ὅλην ὑποδέχεσθαι τοῦ Θεοῦ τὴν ἐπιστήμην· καὶ οὕτω, τρόπον τινά, τῇ ἀνεξιχνιάστῳ τοῦ Θεοῦ δυνάμει ἀντιπαρεξάγουσιν αὐτῆς τὴν ὑπόστασιν, εἴπερ ἐξαρκεῖ ὅλην τοῦ Θεοῦ τὴν σύνεσιν δι᾿ ἑαυτῆς ἐκμετρεῖν· εἰ δὲ ἐλάττων ἡ ὕλη τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ οὕτως εἰς ἀτοπωτέραν βλασφημίαν αὐτοῖς ὁ λόγος περιτραπήσεται, δι᾿ ἔνδειαν ὕλης ἄπρακτον καὶ ἀνενέργητον τῶν οἰκείων ἔργων τὸν Θεὸν κατεχόντων. Ἀλλ᾿ ἐξηπάτησε γὰρ αὐτοὺς τῆς ἀνθρωπίνης φύσεως ἡ πενία. Καὶ ἐπειδὴ παρ᾿ ἡμῖν ἑκάστη τέχνη περί τινα ὕλην ἀφωρισμένως ἠσχόληται, οἷον χαλευτικὴ μὲν περὶ τὸν σίδηρον, τεκτονικὴ δὲ περὶ τὰ ξύλα· καὶ ἐν τούτοις ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ εἶδος, ἄλλο δὲ τὸ ἐκ τοῦ εἴδους ἀποτελούμενον· καὶ ἔστιν ἡ μὲν ὕλη ἔξωθεν παραλαμβανομένη, τὸ δὲ εἶδος παρὰ τῆς τέχνης ἐφαρμοζόμενον, ἀποτέλεσμα δὲ τὸ ἐξ ἀμφοῖν συντιθέμενον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· οὕτως οἴονται καὶ ἐπὶ τῆς θείας δημιουργίας, τὸ μὲν σχῆμα τοῦ κόσμου παρὰ τῆς σοφίας ἐπῆχθαι τοῦ ποιητοῦ τῶν ὅλων, τὴν δὲ ὕλην ἔξωθεν ὑποβεβλῆσθαι τῷ κτίσαντι, καὶ γεγενῆσθαι τὸν κόσμον σύνθετον, τὸ μὲν ὑποκείμενον καὶ τὴν οὐσίαν ἑτέρωθεν ἔχοντα, τὸ δὲ σχῆμα καὶ τὴν μορφὴν παρὰ Θεοῦ προσλαβόντα. Ἐκ δὲ τούτου αὐτοῖς ὑπάρχει ἀρνεῖσθαι μὲν τὸν μέγαν Θεὸν τῆς συστάσεως τῶν ὄντων προεστηκέναι, οἷον δὲ ἐράνου τινὸς πληρωτήν, ὀλίγην τινὰ μοῖραν εἰς τὴν τῶν ὄντων γένεσιν παρ᾿ ἑαυτοῦ συμβεβλῆσθαι· οὐ δυνηθέντες διὰ λογισμῶν ταπεινότητα πρὸς τὸ ὕψος ἀπιδεῖν τῆς ἀληθείας· ὅτι ἐνταῦθα μὲν αἱ τέχναι τῶν ὑλῶν ὕστεραι, διὰ τὸ ἀναγκαῖον τῆς χρείας παρεισαχθεῖσαι τῷ βίῳ. Τὸ μὲν γὰρ ἔριον προϋπῆρχεν, ἡ δὲ ὑφαντικὴ ἐπεγένετο, τὸ τῆς φύσεως ἐνδέον παρ᾿ ἑαυτῆς ἐκπληροῦσα. Καὶ τὸ μὲν ξύλον ἦν, τεκτονικὴ δὲ παραλαβοῦσα, πρὸς τὴν ἐπιζητουμένην ἑκάστοτε χρείαν διαμορφοῦσα τὴν ὕλην, τὴν εὐχρηστίαν ἡμῖν τῶν ξύλων ὑπέδειξε, κώπην μὲν ναύταις, γεωργοῖς δὲ πτύον, ὁπλίταις δὲ δόρυ παρεχομένη. Ὁ δὲ Θεὸς, πρίν τι τῶν νῦν ὁρωμένων γενέσθαι, εἰς νοῦν βαλόμενος καὶ ὁρμήσας ἀγαγεῖν εἰς γένεσιν τὰ μὴ ὄντα, ὁμοῦ τε ἐνόησεν ὁποῖόν τινα χρὴ τὸν κόσμον εἶναι, καὶ τῷ εἴδει αὐτοῦ τὴν ἁρμόζουσαν ὕλην συναπεγέννησε. Καὶ οὐρανῷ μὲν ἀφώρισε τὴν οὐρανῷ πρέπουσαν φύσιν· τῷ δὲ τῆς γῆς σχήματι τὴν οἰκείαν αὐτῇ καὶ ὀφειλομένην οὐσίαν ὑπέβαλε. Πῦρ δὲ καὶ ὕδωρ καὶ ἀέρα διεσχημάτισέν τε ὡς ἐβούλετο, καὶ εἰς οὐσίαν ἤγαγεν ὡς ὁ ἑκάστου λόγος τῶν γινομένων ἀπῄτει.
Ὅλον δὲ τὸν κόσμον ἀνομοιομερῆ τυγχάνοντα ἀρρήκτῳ τινὶ φιλίας θεσμῷ εἰς μίαν κοινωνίαν καὶ ἁρμονίαν συνέδησεν· ὥστε καὶ τὰ πλεῖστον ἀλλήλων τῇ θέσει διεστηκότα ἡνῶσθαι δοκεῖν διὰ τῆς συμπαθείας. Παυσάσθωσαν οὖν μυθικῶν πλασμάτων, ἐν τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν τὴν ἀκατάληπτον διανοίαις καὶ ἄφατον παντελῶς ἀνθρωπίνῃ φωνῇ δύναμιν ἐκμετροῦντες.
Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ᾿ ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σχημάτων ἐστὶν εὑρέτης, ἀλλ᾿ αὐτῆς τῆς φύσεως τῶν ὄντων δημιουργός. Ἐπεὶ ἀποκρινέσθωσαν ἡμῖν, πῶς ἀλλήλοις συνέτυχον ἥ τε δραστικὴ τοῦ Θεοῦ δύναμις, καὶ ἡ παθητικὴ φύσις τῆς ὕλης· ἡ μὲν τὸ ὑποκείμενον παρεχομένη χωρὶς μορφῆς· ὁ δὲ τῶν σχημάτων τὴν ἐπιστήμην ἔχων, ἄνευ τῆς ὕλης, ἵν᾿ ἑκατέρῳ τὸ ἐνδέον παρὰ θατέρου γένηται· τῷ μὲν δημιουργῷ τὸ ἔχειν ὅπου τὴν τέχνην ἐνεπιδείξηται, τῇ δὲ ὕλῃ τὸ ἀποθέσθαι τὴν ἀμορφίαν καὶ τοῦ εἴδους τὴν στέρησιν. Ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. Πρὸς δὲ τὸ ἐξ ἀρχῆς ἐπανίωμεν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Εἰπών, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· πολλὰ ἀπεσιώπησεν, ὕδωρ, ἀέρα, πῦρ, τὰ ἐκ τούτων ἀπογεννώμενα πάθη· ἃ πάντα μὲν ὡς συμπληρωτικὰ τοῦ κόσμου συνυπέστη τῷ παντὶ δηλονότι· παρέλιπε δὲ ἡ ἱστορία, τὸν ἡμέτερον νοῦν γυμνάζουσα πρὸς ἐντρέχειαν, ἐξ ὀλίγων ἀφορμῶν παρεχομένη ἐπιλογίζεσθαι τὰ λειπόμενα. Ἐπεὶ οὖν οὐκ εἴρηται περὶ τοῦ ὕδατος ὅτι ἐποίησεν ὁ Θεὸς, εἴρηται δὲ ὅτι ἀόρατος ἦν ἡ γῆ· σκόπει σὺ κατὰ σεαυτὸν τίνι παραπετάσματι καλυπτομένη οὐκ ἐξεφαίνετο. Οὔτε οὖν πῦρ αὐτὴν καλύπτειν ἠδύνατο. Φωτιστικὸν γὰρ καὶ καταφάνειαν παρέχον οἷς ἂν προσγένηται μᾶλλον ἢ σκοτῶδες τὸ πῦρ. Οὐ μὴν οὐδὲ ἀὴρ προκάλυμμα ἦν τότε τῆς γῆς. Ἀραιὰ γὰρ καὶ διαφανὴς τοῦ ἀέρος ἡ φύσις, πάντα τὰ εἴδη τῶν ὁρατῶν δεχομένη, καὶ ταῖς τῶν ὁρώντων ὄψεσι παραπέμπουσα. Λειπόμενον τοίνυν ἐστὶ νοεῖν ἡμᾶς ὕδωρ ἐπιπολάζειν τῇ ἐπιφανείᾳ τῆς γῆς, οὔπω πρὸς τὴν οἰκείαν λῆξιν τῆς ὑγρᾶς οὐσίας ἀποκριθείσης. Ἐκ δὲ τούτου οὐ μόνον ἀόρατος ἦν ἡ γῆ, ἀλλὰ καὶ ἀκατασκεύαστος. Ἡ γὰρ τοῦ ὑγροῦ πλεονεξία ἔτι καὶ νῦν ἐμπόδιόν ἐστι πρὸς καρπογονίαν τῇ γῇ. Ἡ οὖν αὐτὴ αἰτία, καὶ τοῦ μὴ ὁρᾶσθαι, καὶ τοῦ ἀκατασκεύαστον εἶναι· εἴπερ κατασκευὴ γῆς, ὁ οἰκεῖος αὐτῇ καὶ κατὰ φύσιν κόσμος, λήϊα μὲν ταῖς κοιλότησιν ἐγκυμαίνοντα, λειμῶνες χλοάζοντες καὶ ποικίλοις ἄνθεσι βρύοντες, νάπαι εὐθαλεῖς, καὶ ὀρῶν κορυφαὶ ταῖς ὕλαις κατάσκιοι· ὧν οὐδὲν εἶχεν οὐδέπω· ὠδίνουσα μὲν τὴν πάντων γένεσιν διὰ τὴν ἐναποτεθεῖσαν αὐτῇ παρὰ τοῦ δημιουργοῦ δύναμιν, ἀναμένουσα δὲ τοὺς καθήκοντας χρόνους, ἵνα τῷ θείῳ κελεύσματι προαγάγῃ ἑαυτῆς εἰς φανερὸν τὰ κυήματα.
Ἀλλὰ καὶ σκότος, φησίν, ἐπάνω τῆς ἀβύσσου
Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματα. Τὸ γὰρ σκότος οὐχ ὡς πέφυκεν ἐξηγοῦνται ἀέρα τινὰ ἀφώτιστον, ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον, ἢ ὅλως καθ᾿ ὁποιανοῦν αἰτίαν τόπον φωτὸς ἐστερημένον, ἀλλὰ δύναμιν κακήν, μᾶλλον δὲ αὐτὸ τὸ κακόν, παρ᾿ ἑαυτοῦ τὴν ἀρχὴν ἔχον, ἀντικείμενον καὶ ἐναντίον τῇ ἀγαθότητι τοῦ Θεοῦ ἐξηγοῦνται τὸ σκότος. Εἰ γὰρ ὁ Θεὸς φῶς ἐστι, δηλονότι ἡ ἀντιστρατευομένη αὐτῷ δύναμις σκότος ἂν εἴη, φησὶ, κατὰ τὸ τῆς διανοίας ἀκόλουθον. Σκότος, οὐ παρ᾿ ἑτέρου τὸ εἶναι ἔχον, ἀλλὰ κακὸν αὐτογέννητον. Σκότος, πολέμιον ψυχῶν, θανάτου ποιητικόν, ἀρετῆς ἐναντίωσις· ὅπερ καὶ ὑφεστάναι, καὶ μὴ παρὰ Θεοῦ γεγενῆσθαι, ὑπ᾿ αὐτῶν μηνύεσθαι τῶν τοῦ προφήτου λόγων ἐξαπατῶνται. Ἐκ δὴ τούτου τί οὐχὶ συνεπλάσθη τῶν πονηρῶν καὶ ἀθέων δογμάτων; Ποῖοι λύκοι βαρεῖς διασπῶντες τὸ ποίμνιον τοῦ Θεοῦ, οὐχὶ ἀπὸ τῆς μικρᾶς ταύτης φωνῆς τὴν ἀρχὴν λαβόντες ἐπεπόλασαν ταῖς ψυχαῖς; Οὐχὶ Μαρκιῶνες; οὐχὶ Οὐαλεντῖνοι ἐντεῦθεν; οὐχ ἡ βδελυκτὴ τῶν Μανιχαίων αἵρεσις, ἣν σηπεδόνα τις τῶν Ἐκκλησιῶν προσειπὼν οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος; Τί μακρὰν ἀποτρέχεις τῆς ἀληθείας, ἄνθρωπε, ἀφορμὰς σεαυτῷ τῆς ἀπωλείας ἐπινοῶν; Ἁπλοῦς ὁ λόγος, καὶ πᾶσιν εὔληπτος. Ἀόρατος ἦν ἡ γῆ, φησί. Τίς ἡ αἰτία; Ἐπειδὴ ἄβυσσον εἶχεν ἐπιπολάζουσαν ἑαυτῇ. Ἀβύσσου δὲ ἔννοια τίς; Ὕδωρ πολὺ δυσέφικτον ἔχον ἑαυτοῦ τὸ πέρας ἐπὶ τὸ κάτω. Ἀλλ᾿ ἔγνωμεν πολλὰ τῶν σωμάτων καὶ δι᾿ ὕδατος λεπτοτέρου καὶ διαυγοῦς πολλάκις διαφαινόμενα. Πῶς οὖν οὐδὲν μέρος τῆς γῆς διὰ τῶν ὑδάτων ἐδείκνυτο; Ὅτι ἀλαμπὴς ἔτι καὶ ἐσκοτισμένος ἦν ὁ ὑπὲρ αὐτοῦ κεχυμένος ἀήρ. Ἀκτὶς μὲν γὰρ ἡλίου δι᾿ ὑδάτων διικνουμένη, δείκνυσι πολλάκις τὰς ἐν τῷ βάθει ψηφῖδας· ἐν νυκτὶ δέ τις βαθείᾳ οὐδενὶ ἂν τρόπῳ τὰ ὑπὸ τὸ ὕδωρ κατίδοι. Ὥστε τοῦ ἀόρατον εἶναι τὴν γῆν κατασκευαστικόν ἐστι τὸ ἐπαγόμενον, ὅτι καὶ ἄβυσσος ἦν ἡ ἐπέχουσα, καὶ αὕτη ἐσκοτισμένη. Οὔτε οὖν ἄβυσσος, δυνάμεων πλῆθος ἀντικειμένων, ὥς τινες ἐφαντάσθησαν· οὔτε σκότος, ἀρχική τις καὶ πονηρὰ δύναμις ἀντεξαγομένη τῷ ἀγαθῷ. Δύο γὰρ ἐξισάζοντα ἀλλήλοις κατ᾿ ἐναντίωσιν, φθαρτικὰ ἔσται πάντως τῆς ἀλλήλων συστάσεως· καὶ πράγματα ἕξει διηνεκῶς καὶ παρέξει ἀπαύστως πρὸς ἄλληλα συνεχόμενα τῷ πολέμῳ. Κἂν ὑπερβάλλῃ δυνάμει τῶν ἀντικειμένων τὸ ἕτερον, δαπανητικὸν ἐξάπαντος τοῦ κρατηθέντος γίνεται. Ὥστε εἰ μὲν ἰσόρροπον λέγουσι τοῦ κακοῦ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, ἄπαυστον εἰσάγουσι πόλεμον καὶ διηνεκῆ τὴν φθοράν, κρατούντων ἐν μέρει καὶ κρατουμένων. Εἰ δὲ ὑπερέχει δυνάμει τὸ ἀγαθόν, τίς ἡ αἰτία τοῦ τὴν φύσιν τοῦ κακοῦ μὴ παντελῶς ἀνῃρῆσθαι; Εἰ δέ, ὃ μὴ θέμις εἰπεῖν, θαυμάζω πῶς οὐχὶ φεύγουσιν αὐτοὶ ἑαυτοὺς πρὸς οὕτως ἀθεμίτους βλασφημίας ὑποφερόμενοι. Οὐ μὴν οὐδὲ παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχή, οὔτε ἡ νόσος ὑγείας δημιουργὸς, ἀλλ᾿ ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ᾿ ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Εἰ τοίνυν, φησὶ, μήτε ἀγέννητον, μήτε παρὰ Θεοῦ γεγονὸς, πόθεν ἔχει τὴν φύσιν; Τὸ γὰρ εἶναι τὰ κακὰ οὐδεὶς ἀντερεῖ τῶν μετεχόντων τοῦ βίου. Τί οὖν φαμέν; Ὅτι τὸ κακόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετήν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη.
Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει· μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ τῶν γινομένων τὰ μὲν ἐκ φύσεως ἡμῖν ἐπιγίνεται, οἷον γῆρας καὶ ἀσθένειαι· τὰ δὲ ἀπὸ ταυτομάτου, οἷον αἱ ἄλογοι περιπτώσεις ἀλλοτρίαις ἀρχαῖς ἐπισυμβαίνουσαι, σκυθρωπῶν τινων πολλάκις ἢ καὶ τῶν φαιδροτέρων· ὡς τῷ φρέαρ ὀρύσσοντι ἡ τοῦ θησαυροῦ εὕρεσις, ἢ τῷ πρὸς τὴν ἀγορὰν ὡρμημένῳ ἡ τοῦ λυσσῶντος κυνὸς ἔντευξις· τὰ δὲ ἐφ᾿ ἡμῖν τυγχάνει, ὡς τὸ κρατῆσαι τῶν ἐπιθυμιῶν, ἢ μὴ κολάσαι τὰς ἡδονάς· ὡς τὸ κατασχεῖν ὀργῆς, ἢ χεῖρας ἐπαφεῖναι τῷ παροξύναντι· ἀληθεύειν, ἢ ψεύδεσθαι· ἐπιεικῆ τὸ ἦθος εἶναι καὶ μέτριον, ἢ ὑπέρογκον καὶ ἀλαζονείαις ὑπεραιρόμενον. Ὧν τοίνυν αὐτὸς εἶ κύριος, τούτων τὰς ἀρχὰς μὴ ζητήσῃς ἑτέρωθεν, ἀλλὰ γνώριζε τὸ κυρίως κακὸν ἐκ τῶν προαιρετικῶν ἀποπτωμάτων τὴν ἀρχὴν εἰληφός. Οὐ γὰρ ἂν εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ᾿ ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δικαστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούργοις ἀντιμετροῦσαι. Ταῦτα δέ μοι εἰρήσθω περὶ τοῦ κυρίως κακοῦ. Νόσον γὰρ καὶ πενίαν καὶ ἀδοξίαν καὶ θάνατον, καὶ ὅσα λυπηρὰ τοῖς ἀνθρώποις, οὔπω καὶ ἐν τῇ μοίρᾳ τῶν κακῶν καταλογίζεσθαι ἄξιον, διὰ τὸ μηδὲ τὰ ἀντικείμενα τούτοις, ἐν τοῖς μεγίστοις ἡμᾶς τῶν ἀγαθῶν ἀριθμεῖν· ὧν τὰ μὲν ἐκ φύσεώς ἐστι, τὰ δὲ καὶ συμφερόντως πολλοῖς ἀπαντήσαντα φαίνεται. Πᾶσαν οὖν τροπικὴν καὶ δι᾿ ὑπονοίας ἐξήγησιν ἔν γε τῷ παρόντι κατασιγάσαντες, τοῦ σκότους τὴν ἔννοιαν ἁπλῶς καὶ ἀπεριεργάστως, ἑπόμενοι τῷ βουλήματι τῆς Γραφῆς, ἐκδεξώμεθα. Ἐπιζητεῖ δὲ ὁ λόγος, εἰ συγκατεσκευάσθη τῷ κόσμῳ τὸ σκότος, καὶ εἰ ἀρχαιότερον τοῦ φωτὸς, καὶ διὰ τί τὸ χεῖρον πρεσβύτερον; Λέγομεν τοίνυν καὶ τοῦτο τὸ σκότος μὴ κατ᾿ οὐσίαν ὑφεστηκέναι, ἀλλὰ πάθος εἶναι περὶ τὸν ἀέρα στερήσει φωτὸς ἐπιγινόμενον. Ποίου τοίνυν φωτὸς ἄμοιρος αἰφνιδίως ὁ ἐν τῷ κόσμῳ τόπος εὑρέθη, ὥστε τὸ σκότος ἐπάνω εἶναι τοῦ ὕδατος; Λογιζόμεθα τοίνυν ὅτι, εἴπερ τι ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τούτου καὶ φθαρτοῦ κόσμου συστάσεως, ἐν φωτὶ ἂν ἦν δηλονότι. Οὔτε γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι, οὔτε πᾶσαι αἱ ἐπουράνιοι στρατιαὶ, οὔτε ὅλως εἴ τι ἐστὶν ὠνομασμένον ἢ ἀκατονόμαστον τῶν λογικῶν φύσεων, καὶ τῶν λειτουργικῶν πνευμάτων ἐν σκότῳ διῆγεν, ἀλλ᾿ ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν εἶχε. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὔκουν ὅστις γε τὸ ὑπερουράνιον φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται, περὶ οὗ Σολομών φησι· Φῶς δικαίοις διὰ παντός· καὶ ὁ ἀπόστολος· Εὐχαριστοῦντες Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Εἰ γὰρ οἱ καταδικαζόμενοι πέμπονται εἰς τὸ σκότος τὸ ἐξώτερον, δηλονότι οἱ τὰ τῆς ἀποδοχῆς ἄξια εἰργασμένοι, ἐν τῷ ὑπερκοσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἔχουσιν. Ἐπεὶ οὖν ἐγένετο ὁ οὐρανὸς προστάγματι Θεοῦ ἀθρόως περιταθεὶς τοῖς ἐντὸς ὑπὸ τῆς οἰκείας αὐτοῦ περιφερείας ἀπειλημμένοις, σῶμα ἔχων συνεχὲς, ἱκανὸν τῶν ἔξω διαστῆσαι τὰ ἔνδον, ἀναγκαίως τὸν ἐναπολειφθέντα αὐτῷ τόπον ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας. Τρία γὰρ δεῖ συνδραμεῖν ἐπὶ τῆς σκιᾶς, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπον. Τὸ τοίνυν ἐγκόσμιον σκότος τῇ σκιᾷ τοῦ οὐρανίου σώματος παρυπέστη. Νόησον δέ μοι ἀπὸ παραδείγματος ἐναργοῦς τὸ λεγόμενον, ἐν σταθηρᾷ μεσημβρίᾳ σκηνήν τινα ἐκ πυκνῆς καὶ στεγανῆς ὕλης ἑαυτῷ περιστήσαντα, καὶ ἐν σκότῳ αὐτοσχεδίῳ ἑαυτὸν καθειργνύντα. Τοιοῦτον οὖν κἀκεῖνο τὸ σκότος ὑπόθου, οὐ προηγουμένως ὑφεστηκὸς, ἀλλ᾿ ἐπακολουθῆσαν ἑτέροις. Τοῦτο δὴ τὸ σκότος καὶ ἐπιβαίνειν λέγεται τῇ ἀβύσσῳ, ἐπειδὴ τὰ ἔσχατα τοῦ ἀέρος πέφυκε ταῖς ἐπιφανείαις τῶν σωμάτων συνάπτεσθαι. Τότε δὲ ὕδωρ ἦν τοῖς πᾶσιν ἐπιπολάζον. Διόπερ ἀναγκαίως τὸ σκότος ἐπάνω ὑπάρχειν εἴρηται τῆς ἀβύσσου.
Καὶ Πνεῦμα Θεοῦ, φησίν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συγγραφέα, ὅτι ἐποίησεν ὁ Θεὸς οὐρανόν, γῆν, ὕδωρ, ἀέρα, καὶ τοῦτον χεόμενον ἤδη καὶ ῥέοντα. Εἴτε, ὃ καὶ μᾶλλον ἀληθέστερόν ἐστι καὶ τοῖς πρὸ ἡμῶν ἐγκριθὲν, Πνεῦμα Θεοῦ, τὸ ἅγιον εἴρηται· διὰ τὸ τετηρῆσθαι τοῦτο ἰδιαζόντως καὶ ἐξαιρέτως τῆς τοιαύτης μνήμης ὑπὸ τῆς Γραφῆς ἀξιοῦσθαι, καὶ μηδὲν ἄλλο Πνεῦμα Θεοῦ, ἢ τὸ ἅγιον τὸ τῆς θείας καὶ μακαρίας Τριάδος συμπληρωτικὸν ὀνομάζεσθαι. Καὶ ταύτην προσδεξάμενος τὴν διάνοιαν, μείζονα τὴν ἀπ᾿ αὐτῆς ὠφέλειαν εὑρήσεις. Πῶς οὖν ἐπεφέρετο τοῦτο ἐπάνω τοῦ ὕδατος; Ἐρῶ σοι οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ Σύρου ἀνδρὸς σοφίας κοσμικῆς τοσοῦτον ἀφεστηκότος, ὅσον ἐγγὺς ἦν τῆς τῶν ἀληθινῶν ἐπιστήμης. Ἔλεγε τοίνυν τὴν τῶν Σύρων φωνὴν ἐμφατικωτέραν τε εἶναι, καὶ διὰ τὴν πρὸς τὴν Ἑβραΐδα γειτνίασιν, μᾶλλόν πως τῇ ἐννοίᾳ τῶν Γραφῶν προσεγγίζειν. Εἶναι οὖν τὴν διάνοιαν τοῦ ῥητοῦ τοιαύτην. Τό, Ἐπεφέρετο, φησίν, ἐξηγοῦνται, ἀντὶ τοῦ, συνέθαλπε, καὶ ἐζωογόνει τὴν τῶν ὑδάτων φύσιν, κατὰ τὴν εἰκόνα τῆς ἐπωαζούσης ὄρνιθος, καὶ ζωτικήν τινα δύναμιν ἐνιείσης τοῖς ὑποθαλπομένοις. Τοιοῦτόν τινά φασιν ὑπὸ τῆς φωνῆς ταύτης παραδηλοῦσθαι τὸν νοῦν, ὡς ἐπιφερομένου τοῦ Πνεύματος· τουτέστι, πρὸς ζωογονίαν τὴν τοῦ ὕδατος φύσιν παρασκευάζοντος· ὥστε ἱκανῶς ἐκ τούτου τὸ παρά τινων ἐπιζητούμενον δείκνυσθαι, ὅτι οὐδὲ τῆς δημιουργικῆς ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον ἀπολείπεται.Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως χαρίεσσαν ὄψιν καὶ ἡδεῖαν ἐπήγαγεν. Οὐρανός τε γὰρ ἐξεφάνη κεκαλυμμένος τέως τῷ σκότῳ, καὶ τὸ ἀπ᾿ αὐτοῦ κάλλος τοσοῦτον, ὅσον ἔτι καὶ νῦν ὀφθαλμοὶ μαρτυροῦσι. Περιελάμπετο δὲ ἀὴρ, μᾶλλον δὲ ἐγκεκραμένον ἑαυτῷ ὅλον διόλου εἶχε τὸ φῶς, ὀξείας τὰς διαδόσεις τῆς αὐγῆς ἐπὶ τὰ ὅρια ἑαυτοῦ πανταχοῦ παραπέμπων. Ἄνω μὲν γὰρ μέχρι πρὸς αὐτὸν αἰθέρα καὶ οὐρανὸν ἔφθανεν· ἐν δὲ τῷ πλάτει πάντα τὰ μέρη τοῦ κόσμου, βόρειά τε καὶ νότια καὶ τὰ ἑῷα καὶ τὰ ἑσπέρια, ἐν ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτιζε. Τοιαύτη γὰρ αὐτοῦ ἡ φύσις, λεπτὴ καὶ διαφανής, ὥστε μηδεμιᾶς παρατάσεως χρονικῆς προσδεῖσθαι τὸ φῶς δι᾿ αὐτοῦ πορευόμενον. Ὥσπερ γὰρ τὰς ὄψεις ἡμῶν ἀχρόνως παραπέμπει πρὸς τὰ ὁρώμενα, οὕτω καὶ τὰς τοῦ φωτὸς προσβολὰς ἀκαριαίως, καὶ ὡς οὐδ᾿ ἂν ἐπινοήσειέ τις ἐλάττονα χρόνου ῥοπήν, ἐπὶ πάντα ἑαυτοῦ τὰ πέρατα ὑποδέχεται. Καὶ αἰθὴρ ἡδίων μετὰ τὸ φῶς· καὶ ὕδατα φανότερα, οὐ μόνον δεχόμενα τὴν αὐγήν, ἀλλὰ καὶ παρ᾿ ἑαυτῶν ἀντιπέμποντα κατὰ τὴν ἀνάκλασιν τοῦ φωτὸς, μαρμαρυγῶν πανταχόθεν ἀποπαλλομένων τοῦ ὕδατος. Πάντα ἡ θεία φωνὴ πρὸς τὸ ἥδιστον καὶ τιμιώτατον μετεσκεύασεν. Ὥσπερ γὰρ οἱ ἐν τῷ βυθῷ ἐνιέντες τὸ ἔλαιον, καταφάνειαν ἐμποιοῦσι τῷ τόπῳ· οὕτως ὁ ποιητὴς τῶν ὅλων ἐμφθεγξάμενος, τῷ κόσμῳ τὴν τοῦ φωτὸς χάριν ἀθρόως ἐνέθηκε. Γενηθήτω φῶς. Καὶ τὸ πρόσταγμα ἔργον ἦν· καὶ φύσις ἐγένετο, ἧς οὐδὲ ἐπινοῆσαί τι τερπνότερον εἰς ἀπόλαυσιν δυνατόν ἐστι λογισμοῖς ἀνθρωπίνοις. Ὅταν δὲ φωνὴν ἐπὶ Θεοῦ καὶ ῥῆμα καὶ πρόσταγμα λέγωμεν, οὐ διὰ φωνητικῶν ὀργάνων ἐκπεμπόμενον ψόφον, οὐδὲ ἀέρα διὰ γλώσσης τυπούμενον, τὸν θεῖον λόγον νοοῦμεν, ἀλλὰ τὴν ἐν τῷ θελήματι ῥοπὴν διὰ τὸ τοῖς διδασκομένοις εὐσύνοπτον ἡγούμεθα ἐν εἴδει προστάγματος σχηματίζεσθαι. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. Τίνα ἂν εἴποιμεν ἡμεῖς τοῦ φωτὸς ἄξιον ἔπαινον, ὃ προλαβὸν τὴν παρὰ τοῦ κτίσαντος μαρτυρίαν, ἔχει ὅτι καλόν; Καὶ παρ᾿ ἡμῖν δὲ ὁ λόγος τοῖς ὀφθαλμοῖς παραπέμπει τὴν κρίσιν, οὕτως οὐδὲν ἔχων εἰπεῖν τοσοῦτον, ὅσον ἡ αἴσθησις μαρτυρεῖ προλαβοῦσα. Εἰ δὲ τὸ ἐν σώματι καλὸν ἐκ τῆς πρὸς ἄλληλα τῶν μερῶν συμμετρίας, καὶ τῆς ἐπιφαινομένης εὐχροίας, τὸ εἶναι ἔχει, πῶς ἐπὶ τοῦ φωτὸς ἁπλοῦ τὴν φύσιν ὄντος καὶ ὁμοιομεροῦς, ὁ τοῦ καλοῦ διασώζεται λόγος; Ἢ ὅτι τῷ φωτὶ τὸ σύμμετρον οὐκ ἐν τοῖς ἰδίοις αὐτοῦ μέρεσιν, ἀλλ᾿ ἐν τῷ πρὸς τὴν ὄψιν ἀλύπῳ καὶ προσηνεῖ μαρτυρεῖται; Οὕτω γὰρ καὶ χρυσὸς καλὸς, οὐκ ἐκ τῆς τῶν μερῶν συμμετρίας, ἀλλ᾿ ἐκ τῆς εὐχροίας μόνης, τὸ ἐπαγωγὸν πρὸς τὴν ὄψιν καὶ τὸ τερπνὸν κεκτημένος. Καὶ ἕσπερος ἀστέρων κάλλιστος, οὐ διὰ τὸ ἀναλογοῦντα ἔχειν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἀλλὰ διὰ τὸ ἄλυπόν τινα καὶ ἡδεῖαν τὴν ἀπ᾿ αὐτοῦ αὐγὴν ἐμπίπτειν τοῖς ὄμμασιν. Ἔπειτα νῦν ἡ τοῦ Θεοῦ κρίσις περὶ τοῦ καλοῦ, οὐ πάντως πρὸς τὸ ἐν ὄψει τερπνὸν ἀποβλέποντος, ἀλλὰ καὶ πρὸς τὴν εἰς ὕστερον ἀπ᾿ αὐτοῦ ὠφέλειαν προορωμένου γεγένηται. Ὀφθαλμοὶ γὰρ οὔπω ἦσαν κριτικοὶ τοῦ ἐν φωτὶ κάλλους. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. Τουτέστιν, ἄμικτον αὐτῶν τὴν φύσιν καὶ κατ᾿ ἐναντίωσιν ἀντικειμένην ὁ Θεὸς κατεσκεύασε.
Πλείστῳ γὰρ τῷ μέσῳ διέστηκεν ἀπ᾿ ἀλλήλων αὐτὰ καὶ διώρισεν
Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστίν, ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ λάμποντος, καὶ νὺξ σκίασμα γῆς ἀποκρυπτομένου ἡλίου γινόμενον. Τότε δὲ οὐ κατὰ κίνησιν ἡλιακήν, ἀλλ᾿ ἀναχεομένου τοῦ πρωτογόνου φωτὸς ἐκείνου, καὶ πάλιν συστελλομένου κατὰ τὸ ὁρισθὲν μέτρον παρὰ Θεοῦ, ἡμέρα ἐγένετο, καὶ νὺξ ἀντεπῄει. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Ἑσπέρα μὲν οὖν ἐστι κοινὸς ὅρος ἡμέρας καὶ νυκτός· καὶ πρωΐα ὁμοίως ἡ γειτονία νυκτὸς πρὸς ἡμέραν. Ἵνα τοίνυν τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδῷ τῇ ἡμέρᾳ, πρότερον εἶπε τὸ πέρας τῆς ἡμέρας, εἶτα τὸ τῆς νυκτὸς, ὡς ἐφεπομένης τῆς νυκτὸς τῇ ἡμέρᾳ. Ἡ γὰρ πρὸ τῆς γενέσεως τοῦ φωτὸς ἐν τῷ κόσμῳ κατάστασις, οὐχὶ νὺξ ἦν, ἀλλὰ σκότος· τὸ μέντοι ἀντιδιασταλὲν πρὸς τὴν ἡμέραν, τοῦτο νὺξ ὠνομάσθη· ὅπερ νεωτέρας καὶ τῆς προσηγορίας μετὰ τὴν ἡμέραν τετύχηκεν. Ἐγένετο οὖν ἑσπέρα, καὶ ἐγένετο πρωΐ. Τὸ ἡμερονύκτιον λέγει. Καὶ οὐκέτι προσηγόρευσεν, ἡμέρα καὶ νὺξ, ἀλλὰ τῷ ἐπικρατοῦντι τὴν πᾶσαν προσηγορίαν ἀπένειμε. Ταύτην ἂν καὶ ἐν πάσῃ τῇ Γραφῇ τὴν συνήθειαν εὕροις, ἐν τῇ τοῦ χρόνου μετρήσει ἡμέρας ἀριθμουμένας, οὐχὶ δὲ καὶ νύκτας μετὰ τῶν ἡμερῶν. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ὁ ψαλμῳδός φησιν. Καὶ πάλιν ὁ Ἰακώβ· Αἱ ἡμέραι τῆς ζωῆς μου μικραὶ καὶ πονηραί. Καὶ πάλιν, Πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὥστε τὰ νῦν ἐν ἱστορίας εἴδει παραδοθέντα νομοθεσία ἐστὶ πρὸς τὰ ἑξῆς. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Τίνος ἕνεκεν οὐκ εἶπε πρώτην, ἀλλὰ μίαν; καίτοιγε ἀκολουθότερον ἦν τὸν μέλλοντα ἐπάγειν δευτέραν καὶ τρίτην καὶ τετάρτην ἡμέραν, τὴν κατάρχουσαν τῶν ἐφεξῆς πρώτην προσαγορεῦσαι. Ἀλλὰ μίαν εἶπεν, ἤτοι τὸ μέτρον ἡμέρας καὶ νυκτὸς περιορίζων, καὶ συνάπτων τοῦ ἡμερονυκτίου τὸν χρόνον, ὡς τῶν εἰκοσιτεσσάρων ὡρῶν μιᾶς ἡμέρας ἐκπληρουσῶν διάστημα, συνυπακουομένης δηλονότι τῇ ἡμέρᾳ καὶ τῆς νυκτὸς, ὥστε κἂν ἐν ταῖς τροπαῖς τοῦ ἡλίου συμβαίνῃ τὴν ἑτέραν αὐτῶν ὑπερβάλλειν, ἀλλὰ τῷ γε ἀφωρισμένῳ χρόνῳ ἐμπεριγράφεσθαι πάντως ἀμφοτέρων τὰ διαστήματα· ὡς ἂν εἰ ἔλεγε, τὸ τῶν τεσσάρων καὶ εἴκοσιν ὡρῶν μέτρον, μιᾶς ἐστιν ἡμέρας διάστημα· ἢ, ἡ τοῦ οὐρανοῦ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις ἐν μιᾷ ἡμέρᾳ γίνεται· ὥστε ὁσάκις ἂν ἑσπέρα καὶ πρωΐα κατὰ τὴν τοῦ ἡλίου περιφορὰν ἐπιλαμβάνῃ τὸν κόσμον, μὴ ἐν πλείονι χρόνῳ, ἀλλ᾿ ἐν μιᾶς ἡμέρας διαστήματι τὴν περίοδον ἐκπληροῦσθαι. Ἢ κυριώτερος ὁ ἐν ἀπορρήτοις παραδιδόμενος λόγος, ὡς ἄρα ὁ τὴν τοῦ χρόνου φύσιν κατασκευάσας Θεὸς, μέτρα αὐτῷ καὶ σημεῖα τὰ τῶν ἡμερῶν ἐπέβαλεδιαστήματα, καὶ ἑβδομάδι αὐτὸν ἐκμετρῶν, ἀεὶ τὴν ἑβδομάδα εἰς ἑαυτὴν ἀνακυκλοῦσθαι κελεύει, ἐξαριθμοῦσαν τοῦ χρόνου τὴν κίνησιν. Τὴν ἑβδομάδα δὲ πάλιν ἐκπληροῦν τὴν ἡμέραν μίαν, ἑπτάκις αὐτὴν εἰς ἑαυτὴν ἀναστρέφουσαν, τοῦτο δὲ κυκλικόν ἐστι τὸ σχῆμα, ἀφ᾿ ἑαυτοῦ ἄρχεσθαι, καὶ εἰς ἑαυτὸ καταλήγειν. Ὃ δὴ καὶ τοῦ αἰῶνος ἴδιον, εἰς ἑαυτὸν ἀναστρέφειν, καὶ μηδαμοῦ περατοῦσθαι. Διὰ τοῦτο τὴν κεφαλὴν τοῦ χρόνου οὐχὶ πρώτην ἡμέραν, ἀλλὰ μίαν ὠνόμασεν· ἵνα καὶ ἐκ τῆς προσηγορίας τὸ συγγενὲς ἔχῃ πρὸς τὸν αἰῶνα. Τοῦ γὰρ μοναχοῦ ἀκοινωνήτου πρὸς ἕτερον ἡ τὸν χαρακτῆρα δεικνύουσα, οἰκείως καὶ προσφυῶς προσηγορεύθη μία. Εἰ δὲ πολλοὺς ἡμῖν αἰῶνας παρίστησιν ἡ Γραφή, αἰῶνα αἰῶνος, καὶ αἰῶνας αἰώνων πολλαχοῦ λέγουσα, ἀλλ᾿ οὖν κἀκεῖ οὐχὶ πρῶτος, οὐδὲ δεύτερος, οὐδὲ τρίτος ἡμῖν αἰὼν ἀπηρίθμηται· ὥστε μᾶλλον καταστάσεων ἡμῖν καὶ πραγμάτων ποικίλων διαφορὰς, ἀλλ᾿ οὐχὶ περιγραφὰς καὶ πέρατα καὶ διαδοχὰς αἰώνων ἐκ τούτου δείκνυσθαι. Ἡμέρα γὰρ Κυρίου, φησὶ, μεγάλη καὶ ἐπιφανής. Καὶ πάλιν, Ἵνα τί ὑμῖν ζητεῖν τὴν ἡμέραν τοῦ Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. Σκότος δέ, δηλονότι τοῖς ἀξίοις τοῦ σκότους. Ἐπεὶ ἀνέσπερον καὶ ἀδιάδοχον καὶ ἀτελεύτητον τὴν ἡμέραν ἐκείνην οἶδεν ὁ λόγος, ἣν καὶ ὀγδόην ὁ ψαλμῳδὸς προσηγόρευσε, διὰ τὸ ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου χρόνου. Ὥστε κἂν ἡμέραν εἴπῃς, κἂν αἰῶνα, τὴν αὐτὴν ἐρεῖς ἔννοιαν. Εἴτε οὖν ἡμέρα ἡ κατάστασις ἐκείνη λέγοιτο, μία ἐστὶ καὶ οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη καὶ οὐ πολλοστός. Ἵνα οὖν πρὸς τὴν μέλλουσαν ζωὴν τὴν ἔννοιαν ἀπαγάγῃ, μίαν ὠνόμασε τοῦ αἰῶνος τὴν εἰκόνα, τὴν ἀπαρχὴν τῶν ἡμερῶν, τὴν ὁμήλικα τοῦ φωτὸς, τὴν ἁγίαν κυριακήν, τὴν τῇ ἀναστάσει τοῦ Κυρίου τετιμημένην. Ἐγένετο οὖν ἑσπέρα, φησὶ, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.
Ἀλλὰ γὰρ καὶ οἱ περὶ τῆς ἑσπέρας ἐκείνης λόγοι ὑπὸ τῆς παρούσης ἑσπέρας καταληφθέντες, ἐνταῦθα ἡμῖν τὸν λόγον ὁρίζουσιν. Ὁ δὲ Πατὴρ τοῦ ἀληθινοῦ φωτὸς, ὁ τὴν ἡμέραν κοσμήσας τῷ οὐρανίῳ φωτὶ, ὁ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρὸς, ὁ τοῦ μέλλοντος αἰῶνος τὴν ἀνάπαυσιν εὐτρεπίσας τῷ νοερῷ καὶ ἀπαύστῳ φωτὶ, φωτίσειεν ὑμῶν τὰς καρδίας ἐν ἐπιγνώσει τῆς ἀληθείας, καὶ ἀπρόσκοπον ὑμῶν διατηρήσειε τὴν ζωήν, παρεχόμενος ἡμῖν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν, ἵνα ἐκλάμψητε, ὡς ὁ ἥλιος ἐν τῇ λαμπρότητι τῶν ἁγίων, εἰς καύχημα ἐμοὶ, εἰς ἡμέραν Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου